Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἁγία Γραφή

ΗΣΑΪΑΣ 5

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Αγία Γραφή

—

Κεφάλαιο 5, Εδάφιο 1

1

ΑΣΩ δὴ τῷ ἠγαπημένῳ ἆσμα τοῦ ἀγαπητοῦ μου τῷ ἀμπελῶνί μου. ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι, ἐν τόπῳ πίονι.

Πατερικές αναφορές
2

καὶ φραγμὸν περιέθηκα καὶ ἐχαράκωσα καὶ ἐφύτευσα ἄμπελον Σωρὴχ καὶ ὠκοδόμησα πύργον ἐν μέσῳ αὐτοῦ καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ· καὶ ἔμεινα τοῦ ποιῆσαι σταφυλήν, ἐποίησε δὲ ἀκάνθας.

Πατερικές αναφορές
3

καὶ νῦν, οἱ ἐνοικοῦντες ἐν ῾Ιερουσαλὴμ καὶ ἄνθρωπος τοῦ ᾿Ιούδα, κρίνατε ἐν ἐμοὶ καὶ ἀναμέσον τοῦ ἀμπελῶνός μου.

Πατερικές αναφορές
4

τί ποιήσω ἔτι τῷ ἀμπελώνί μου καὶ οὐκ ἐποίησα αὐτῷ; διότι ἔμεινα τοῦ ποιῆσαι σταφυλήν, ἐποίησε δὲ ἀκάνθας.

Πατερικές αναφορές
5

νῦν δὲ ἀναγγελῶ ὑμῖν τί ἐγὼ ποιήσω τῷ ἀμπελῶνί μου· ἀφελῶ τὸν φραγμὸν αὐτοῦ καὶ ἔσται εἰς διαρπαγήν, καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ καὶ ἔσται εἰς καταπάτημα·

Πατερικές αναφορές
6

καὶ ἀνήσω τὸν ἀμπελωνά μου καὶ οὐ τμηθῇ οὐδὲ μὴ σκαφῇ, καὶ ἀναβήσονται εἰς αὐτὸν ὡς εἰς χέρσον ἄκανθαι· καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν.

Πατερικές αναφορές
7

ὁ γὰρ ἀμπελῶν Κυρίου σαβαὼθ οἶκος τοῦ ᾿Ισραήλ ἐστι καὶ ἄνθρωπος τοῦ ᾿Ιούδα νεόφυτον ἠγαπημένον· ἔμεινα τοῦ ποιῆσαι κρίσιν, ἐποίησε δὲ ἀνομίαν καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν.

Πατερικές αναφορές
8

Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι. μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς;

Πατερικές αναφορές
9

ἠκούσθη γὰρ εἰς τὰ ὦτα Κυρίου σαβαὼθ ταῦτα· ἐὰν γὰρ γένωνται οἰκίαι πολλαί, εἰς ἔρημον ἔσονται μεγάλαι καὶ καλαί, καὶ οὐκ ἔσονται οἱ ἐνοικοῦντες ἐν αὐταῖς.

Πατερικές αναφορές
10

οὗ γὰρ ἐργῶνται δέκα ζεύγη βοῶν, ποιήσει κεράμιον ἕν, καὶ ὁ σπείρων ἀρτάβας ἓξ ποιήσει μέτρα τρία.

Πατερικές αναφορές
11

Οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωΐ, καὶ τὰ σίκερα διώκοντες, οἱ μένοντες τὸ ὀψέ· ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει.

Πατερικές αναφορές
12

μετὰ γὰρ κιθάρας καὶ ψαλτηρίου καὶ τυμπάνων καὶ αὐλῶν τὸν οἶνον πίνουσι, τὰ δὲ ἔργα Κυρίου οὐκ ἐμβλέπουσι καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ κατανοοῦσι.

Πατερικές αναφορές
13

τοίνυν αἰχμάλωτος ὁ λαός μου ἐγενήθη διὰ τὸ μὴ εἰδέναι αὐτοὺς τὸν Κύριον, καὶ πλῆθος ἐγενήθη νεκρῶν διὰ λιμὸν καὶ δίψος ὕδατος.

Πατερικές αναφορές
14

καὶ ἐπλάτυνεν ὁ ᾅδης τὴν ψυχὴν αὐτοῦ καὶ διήνοιξε τὸ στόμα αὐτοῦ τοῦ μὴ διαλιπεῖν, καὶ καταβήσονται οἱ ἔνδοξοι καὶ οἱ μεγάλοι καὶ οἱ πλούσιοι καὶ οἱ λοιμοὶ αὐτῆς.

Πατερικές αναφορές
15

καὶ ταπεινωθήσεται ἄνθρωπος, καὶ ἀτιμασθήσεται ἀνήρ, καὶ οἱ ὀφθαλμοὶ οἱ μετέωροι ταπεινωθήσονται.

Πατερικές αναφορές
16

καὶ ὑψωθήσεται Κύριος σαβαὼθ ἐν κρίματι, καὶ ὁ Θεὸς ὁ ἅγιος δοξασθήσεται ἐν δικαιοσύνῃ.

Πατερικές αναφορές
17

καὶ βοσκηθήσονται οἱ διηρπασμένοι ὡς ταῦροι, καὶ τὰς ἐρήμους τῶν ἀπειλημμένων ἄρνες φάγονται.

Πατερικές αναφορές
18

οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας ὡς σχοινίῳ μακρῷ καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας,

Πατερικές αναφορές
19

οἱ λέγοντες· τὸ τάχος ἐγγισάτω ἃ ποιήσει, ἵνα ἴδωμεν, καὶ ἐλθάτω ἡ βουλὴ τοῦ ἁγίου ᾿Ισραήλ, ἵνα γνῶμεν.

Πατερικές αναφορές
20

Οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καλὸν καὶ τὸ καλὸν πονηρόν, οἱ τιθέντες τὸ σκότος φῶς καὶ τὸ φῶς σκότος, οἱ τιθέντες τὸ πικρὸν γλυκὺ καὶ τὸ γλυκὺ πικρόν.

Πατερικές αναφορές
22

οὐαὶ οἱ ἰσχύοντες ὑμῶν, οἱ πίνοντες τὸν οἶνον καὶ οἱ δυνάσται οἱ κεραννύντες τὰ σίκερα,

Πατερικές αναφορές
23

οἱ δικαιοῦντες τὸν ἀσεβῆ ἕνεκεν δώρων καὶ τὸ δίκαιον τοῦ δικαίου αἴροντες.

Πατερικές αναφορές
24

διὰ τοῦτο ὃν τρόπον καυθήσεται καλάμη ὑπὸ ἄνθρακος πυρὸς καὶ συγκαυθήσεται ὑπὸ φλογὸς ἀνειμένης, ἡ ρίζα αὐτῶν ὡς χνοῦς ἔσται καὶ τὸ ἄνθος αὐτῶν ὡς κονιορτὸς ἀναβήσεται· οὐ γὰρ ἠθέλησαν τὸν νόμον Κυρίου σαβαώθ, ἀλλὰ τὸ λόγιον τοῦ ἁγίου ᾿Ισραὴλ παρώξυναν.

Πατερικές αναφορές
25

καὶ ἐθυμώθη ὀργῇ Κύριος σαβαὼθ ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπέβαλε τὴν χεῖρα αὐτοῦ ἐπ᾿ αὐτοὺς καὶ ἐπάταξεν αὐτούς, καὶ παρωξύνθη τὰ ὄρη, καὶ ἐγενήθη τὰ θνησιμαῖα αὐτῶν ὡς κοπρία ἐν μέσῳ ὁδοῦ. καὶ ἐν πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμὸς αὐτοῦ, ἀλλὰ ἔτι χεὶρ ὑψηλή.

Πατερικές αναφορές
26

τοιγαροῦν ἀρεῖ σύσσημον ἐν τοῖς ἔθνεσι τοῖς μακρὰν καὶ συριεῖ αὐτοὺς ἀπ᾿ ἄκρου τῆς γῆς, καὶ ἰδοὺ ταχὺ κούφως ἔρχονται·

Πατερικές αναφορές
27

οὐ πεινάσουσιν οὐδὲ κοπιάσουσιν οὐδὲ νυστάξουσιν οὐδὲ κοιμηθήσονται, οὐδὲ λύσουσι τὰς ζώνας αὐτῶν ἀπὸ τῆς ὀσφύος αὐτῶν, οὐδὲ μὴ ραγῶσιν οἱ ἱμάντες τῶν ὑποδημάτων αὐτῶν·

Πατερικές αναφορές
28

ὧν τὰ βέλη ὀξέα ἐστὶ καὶ τὰ τόξα αὐτῶν ἐντεταμένα, οἱ πόδες τῶν ἵππων αὐτῶν ὡς στερεὰ πέτρα ἐλογίσθησαν, οἱ τροχοὶ τῶν ἁρμάτων αὐτῶν ὡς καταιγίς.

Πατερικές αναφορές
29

ὁρμῶσιν ὡς λέοντες καὶ παρέστηκαν ὡς σκύμνοι λέοντος· καὶ ἐπιλήψεται καὶ βοήσει ὡς θηρίον καὶ ἐκβαλεῖ, καὶ οὐκ ἔσται ὁ ρυόμενος αὐτούς.

Πατερικές αναφορές
30

καὶ βοήσει δι᾿ αὐτοὺς τῇ ἡμέρᾳ ἐκείνῃ ὡς φωνὴ θαλάσσης κυμαινούσης· καὶ ἐμβλέψονται εἰς τὴν γῆν, καὶ ἰδοὺ σκότος σκληρὸν ἐν τῇ ἀπορίᾳ αὐτῶν.

Πατερικές αναφορές