Ἰδοὺ τὸ ῥῆμα Κυρίου ἐγενήθη αὐτοῖς εἰς ὀνειδισμόν· οὐ μὴ βουληθῶσιν αὐτὸ ἀκούειν.» Κατωνείδιζον γὰρ τὸ ῥῆμα Χριστοῦ, τοῖς ἀκροωμένοις περὶ αὐτοῦ λέγοντες· «Δαιμόνιον ἔχει, καὶ μαίνεται, τί αὐτοῦ ἀκούετε;» Οὐκοῦν ἐπειδήπερ οὐκ ἠθέλησαν τὸν νόμον Κυρίου Σαβαὼθ, παρώτρυναν δὲ καὶ τὸ λόγιον τοῦ ἁγίου Ἰσραὴλ, τοῦτ᾽ ἔστι, Χριστοῦ· Ἐθυμώθη, φησὶν, ὀργῇ, καὶ ἐπάταξεν αὐτοὺς, καὶ παρωξύνθη τὰ ὄρη. Καὶ ποῖά φησιν ἐν τούτοις ὄρη; ἢ δηλονότι τὰς Ῥωμαίων ἀρχὰς, διά τοι τὸ ἐν δόξῃ περιφανεῖ, καὶ τὸ ἐν ἀξιώμασιν ἐπηρμένον; Ἀπὸ δὲ τοῦ παροξυνθῆναι τὰ ὄρη, γέγονεν αὐτῶν ὡς κοπρία τὰ θνησιμαῖα, τοῦτ᾽ ἔστιν, οἱ ἐκ τοῦ πολέμου νεκροὶ, διεῤῥιμμένοι πανταχῆ, καὶ τάχα που κείμενοι σωρηδὸν, καὶ πᾶσαν αὐτῶν πιμπλάντες τὴν χώραν. Καὶ ἑτέρως δὲ κατὰ τῶν παροτρυνόντων διὰ τῆς ἀπειθείας τὸν τῶν ὅλων Σωτῆρα Θεόν. Παροτρύνονται γὰρ ὄρη τὰ νοητὰ, τοῦτ᾽ ἔστιν, ἀρχαὶ καὶ ἐξουσίαι, καὶ οἱ κοσμοκράτορες τοῦ σκότους τούτου. Οὗ δὴ γεγονότος, πᾶσά πως ἀνάγκη τὸν ψυχῆς ὑπομεῖναι θάνατον τοὺς ὑπενηνεγμένους αὐτοῖς. Ἐπικουροῦντος μὲν γὰρ τοῦ πάντα ἰσχύοντος Θεοῦ, κἂν παροτρύνηται καθ᾽ ἡμῶν τὰ ὄρη, λόγος αὐτῶν οὐδείς. Γέγραπται γὰρ, ὅτι Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς.