Χρήσασθε, φησὶν, ἕκαστος παρὰ τοῦ γείτονος αὐτοῦ καὶ συσκήνου σκεύη χρυσᾶ καὶ ἀργυρᾶ. Ἐπειδὴ γὰρ πολὺν ἐδούλευσαν χρόνον, καὶ τὸν μισθὸν οὐκ ἀπέλαβον, ἄκοντας αὐτοὺς ἀπαιτηθῆναι παρεσκεύασεν ὁ Θεός. Καὶ βοᾷ ὁ προφήτης, λέγων· Καὶ ἐξήγαγεν αὐτοὺς ἐν ἀργυρίῳ καὶ χρυσίῳ, καὶ οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ὁ ἀσθενῶν. Μία μὲν αὕτη δουλεία μετὰ ἀκριβείας πάσης προδιηγόρευται· φέρε δὴ καὶ ἐφ᾽ ἑτέραν τὸν λόγον ἀγάγωμεν. Ποίαν δή; Τὴν ἐν Βαβυλῶνι. Καὶ γὰρ καὶ ταύτην μετὰ ἀκριβείας προανεφώνησεν ὁ Ἱερεμίας, οὕτως εἰπών· Οὕτως εἶπε Κύριος· ὅταν μέλλῃ πληροῦσθαι τῇ Βαβυλῶνι ἑβδομήκοντα ἔτη, ἐπισκέψομαι ὑμᾶς, καὶ ἐπιστήσω ἐφ᾽ ὑμᾶς τοὺς λόγους μου τοὺς ἀγαθοὺς, τοῦ ἀποστρέψαι εἰς τὸν τόπον τοῦτον· καὶ ἐπιστρέψω τὴν αἰχμαλωσίαν ὑμῶν, καὶ ἀθροίσω ὑμᾶς ἐκ πάντων τῶν ἐθνῶν, καὶ ἐκ πάντων τῶν τόπων, οὗ διέσπειρα ὑμᾶς ἐκεῖ, φησὶ Κύριος, καὶ ἐπιστρέψω ὑμᾶς εἰς τὸν τόπον, ὅθεν ἀπῴκισα ὑμᾶς ἐκεῖθεν. Ὁρᾷς πῶς καὶ ἐνταῦθα πάλιν καὶ τὴν πόλιν εἶπεν, καὶ τὸν ἀριθμὸν τῶν ἐτῶν, καὶ πόθεν αὐτοὺς μέλλει συνάγειν, καὶ ποῦ συνάγειν; Διὰ τοῦτο καὶ ὁ Δανιὴλ οὐ πρότερον ὑπὲρ αὐτῶν τὴν ἱκετηρίαν ἔθηκεν, ἀλλ᾽ ὅτε εἶδε πληρωθέντα τὰ ἑβδομήκοντα ἔτη. Καὶ τίς ταῦτά φησιν;