Ἁγία Γραφή
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
ΚΑΙ οὗτοι οἱ λόγοι τῆς βίβλου, οὓς ἀπέστειλεν ῾Ιερεμίας ἐξ ῾Ιερουσαλὴμ πρὸς τοὺς πρεσβυτέρους τῆς ἀποικίας καὶ πρὸς τοὺς ἱερεῖς καὶ πρὸς τοὺς ψευδοπροφήτας, ἐπιστολὴν εἰς Βαβυλῶνα τῇ ἀποικίᾳ καὶ πρὸς ἅπαντα τὸν λαόν,
Πατερικές αναφορέςὕστερον ἐξελθόντος ᾿Ιεχονίου τοῦ βασιλέως καὶ τῆς βασιλίσσης καὶ τῶν εὐνούχων καὶ παντὸς ἐλευθέρου καὶ δεσμώτου καὶ τεχνίτου ἐξ ῾Ιερουσαλήμ,
ἐν χειρὶ ᾿Ελεασὰ υἱοῦ Σαφὰν καὶ Γαμαρίου υἱοῦ Χελκίου, ὃν ἀπέστειλε Σεδεκίας βασιλεὺς ᾿Ιούδα πρὸς βασιλέα Βαβυλῶνος εἰς Βαβυλῶνα λέγων·
οὕτως εἶπε Κύριος ὁ Θεὸς ᾿Ισραὴλ ἐπὶ τὴν ἀποικίαν, ἣν ἀπῴκισα ἀπὸ ῾Ιερουσαλήμ·
οἰκοδομήσατε οἴκους καὶ κατοικήσατε καὶ φυτεύσατε παραδείσους καὶ φάγετε τοὺς καρποὺς αὐτῶν
καὶ λάβετε γυναῖκας καὶ τεκνοποιήσατε υἱοὺς καὶ θυγατέρας καὶ λάβετε τοῖς υἱοῖς ὑμῶν γυναῖκας καὶ τὰς θυγατέρας ὑμῶν δότε ἀνδράσι καὶ πληθύνεσθε καὶ μὴ σμικρυνθῆτε·
καὶ ζητήσατε εἰς εἰρήνην τῆς γῆς, εἰς ἣν ἀπῴκισα ὑμᾶς ἐκεῖ, καὶ προσεύξασθε περὶ αὐτῶν πρὸς Κύριον, ὅτι ἐν εἰρήνῃ αὐτῆς ἔσται εἰρήνη ὑμῖν.
ὅτι οὕτως εἶπε Κύριος· μὴ ἀναπειθέτωσαν ὑμᾶς οἱ ψευδοπροφῆται οἱ ἐν ὑμῖν, καὶ μὴ ἀναπειθέτωσαν ὑμᾶς οἱ μάντεις ὑμῶν, καὶ μὴ ἀκούετε εἰς τὰ ἐνύπνια ὑμῶν, ἃ ὑμεῖς ἐνυπνιάζεσθε,
ὅτι ἄδικα αὐτοὶ προφητεύουσιν ὑμῖν ἐπὶ τῷ ὀνόματί μου, καὶ οὐκ ἀπέστειλα αὐτούς.
ὅτι οὕτως εἶπε Κύριος· ὅταν μέλλῃ πληροῦσθαι Βαβυλῶνι ἑβδομήκοντα ἔτη, ἐπισκέψομαι ὑμᾶς καὶ ἐπιστήσω τοὺς λόγους μου ἐφ’ ὑμᾶς τοῦ ἀποστρέψαι τὸν λαὸν ὑμῶν εἰς τὸν τόπον τοῦτον.
Πατερικές αναφορέςὅτι εἴπατε· κατέστησεν ἡμῖν Κύριος προφήτας ἐν Βαβυλῶνι,
οὕτως εἶπε Κύριος ἐπὶ ᾿Αχιὰβ καὶ ἐπὶ Σεδεκίαν· ἰδοὺ ἐγὼ δίδωμι αὐτοὺς εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ πατάξει αὐτοὺς κατ’ ὀφθαλμοὺς ὑμῶν.
Πατερικές αναφορέςκαὶ λήψονται ἀπ’ αὐτῶν κατάραν ἐν πάσῃ τῇ ἀποικίᾳ ᾿Ιούδα ἐν Βαβυλῶνι λέγοντες· ποιήσαι σε Κύριος, ὡς Σεδεκίαν ἐποίησε καὶ ὡς ᾿Αχιάβ, οὓς ἀπετηγάνισε βασιλεὺς Βαβυλῶνος ἐν πυρί,
Πατερικές αναφορέςδι’ ἣν ἐποίησαν ἀνομίαν ἐν ᾿Ισραὴλ καὶ ἐμοιχῶντο τὰς γυναῖκας τῶν πολιτῶν αὐτῶν καὶ λόγον ἐχρημάτισαν ἐν τῷ ὀνόματί μου, ὃν οὐ συνέταξα αὐτοῖς, καὶ ἐγὼ μάρτυς, φησὶ Κύριος.
Πατερικές αναφορέςοὐκ ἀπέστειλά σε τῷ ὀνόματί μου. καὶ πρὸς Σοφονίαν υἱὸν Μαασαίου τὸν ἱερέα εἰπέ·
Πατερικές αναφορέςΚύριος ἔδωκέ σε ἱερέα ἀντὶ ᾿Ιωδαὲ τοῦ ἱερέως γενέσθαι ἐπιστάτην ἐν τῷ οἴκῳ Κυρίου παντὶ ἀνθρώπῳ προφητεύοντι καὶ παντὶ ἀνθρώπῳ μαινομένῳ, καὶ δώσεις αὐτὸν εἰς τὸ ἀπόκλεισμα καὶ εἰς τὸν καταράκτην.
Πατερικές αναφορέςκαὶ νῦν διατί συνελοιδορήσατε ῾Ιερεμίαν τὸν ἐξ ᾿Αναθὼθ τὸν προφητεύσαντα ὑμῖν;
Πατερικές αναφορέςοὐ διὰ τοῦτο ἀπέστειλε πρὸς ὑμᾶς εἰς Βαβυλῶνα λέγων· μακράν ἐστιν, οἰκοδομήσατε οἰκίας καὶ κατοικήσατε καὶ φυτεύσατε κήπους καὶ φάγεσθε τὸν καρπὸν αὐτῶν; —
Πατερικές αναφορέςἀπόστειλον πρὸς τὴν ἀποικίαν λέγων· οὕτως εἶπε Κύριος ἐπὶ Σαμαίαν τὸν Νελαμίτην· ἐπειδὴ ἐπροφήτευσεν ὑμῖν Σαμαίας, καὶ ἐγὼ οὐκ ἀπέστειλα αὐτόν, καὶ πεποιθέναι ἐποίησεν ὑμᾶς ἐπ’ ἀδίκοις,
Πατερικές αναφορέςδιὰ τοῦτο οὕτως εἶπε Κύριος· ἰδοὺ ἐγὼ ἐπισκέψομαι ἐπὶ Σαμαίαν καὶ ἐπὶ τὸ γένος αὐτοῦ, καὶ οὐκ ἔσται αὐτῶν ἄνθρωπος ἐν μέσῳ ὑμῶν τοῦ ἰδεῖν τὰ ἀγαθά, ἃ ἐγὼ ποιήσω ὑμῖν, οὐκ ὄψονται.
Πατερικές αναφορές