Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος. Ἐν παντὶ, φησὶ, θλιβόμενοι, ἀλλ᾽ οὐ στενοχωρούμενοι. Διὰ τοῦτό φησι καὶ ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ἐν τῷ κόσμῳ θλίψιν ἔχετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. Ὥστε ἐὰν ἴδῃς ποτὲ ἐν νόσοις, ἐν πηρώσεσι σώματος, ἐν ἀποβολῇ τῶν οἰκείων, ἐν πληγαῖς, ἐν ἀτιμίαις, ἐν πάσῃ ἐνδείᾳ καὶ ὑστερήσει τῶν ἀναγκαίων τοὺς δικαίους ὑπάρχοντας, μνήσθητι, ὅτι Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος. Ὁ δὲ λέγων μὴ πρέπειν τῷ δικαίῳ τὴν θλίψιν, οὐδὲν ἕτερον λέγει ἢ μὴ ἁρμόζειν τῷ ἀθλητῇ τὸν ἀνταγωνιστήν. Μὴ ἀγωνιζόμενος δὲ ὁ ἀθλητὴς τίνας ἕξει τῶν στεφάνων τὰς ὑποθέσεις; Ἤδη δὲ τέταρτον λέγεται ἐν τῷ ψαλμῷ τούτῳ, τίνα τρόπον ἀπὸ θλίψεως ῥύεται ὁ Κύριος, οὓς ἐὰν θέλῃ ῥύσασθαι. Πρῶτον μὲν γάρ· Ἐξεζήτησα τὸν Κύριον, καὶ ἐπήκουσέ μου, καὶ ἐκ πασῶν τῶν θλίψεών μου ἐῤῥύσατό με· δεύτερον δὲ πάλιν· Οὗτος ὁ πτωχὸς ἐκέκραξε, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτοῦ, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ ἔσωσεν αὐτόν· καὶ τρίτον· Ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐῤῥύσατο αὐτούς· καὶ τελευταῖον· Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος.