Ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος, ἐπάνω πάντων ἐστί· καὶ ὃ ἑώρακε, καὶ ἤκουσε, τοῦτο μαρτυρεῖ· καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει. Ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν, ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν. Ὃν γὰρ ἀπέστειλεν ὁ Θεός, τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ. Οὐ γὰρ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς τὸ Πνεῦμα.» Συγκρίνει ἑαυτὸν ὁ Πρόδρομος τῷ Χριστῷ, καί φησιν, ὅτι Ἐκεῖνος μὲν ἄνωθεν ἔρχεται ἐκ τοῦ Πατρός, καὶ ἐπάνω πάντων ἐστίν, ἐξῃρημένος πάντων καὶ τὴν Πατρῴαν ὑπεροχὴν ἀποσώζων· ἐγὼ δὲ ἐκ γῆς ὤν, γήϊνα λαλῶ, εὐτελῆ καὶ ταπεινά, ὡς πρὸς σύγκρισιν τῆς τοῦ Χριστοῦ διδασκαλίας. Ἐπείτοιγε καὶ τὰ αὐτοῦ τοῦ Προδρόμου, θεῖα ἦσαν· ὡς δὲ πρὸς τὰ τοῦ Χριστοῦ συγκρινόμενα, πολὺ τὸ χθαμαλὸν ἔχουσιν. Ἐκεῖνος, φησίν, ὃ ἑώρακε καὶ ἤκουσε, λαλεῖ· τουτέστιν, ἃ παρὰ τοῦ Πατρὸς ἤκουσε, καὶ ἃ ἑώρακεν, ἤγουν, ἃ ἀκριβῶς οἶδεν, ἐκεῖνα λαλεῖ καὶ μαρτυρεῖ. Ἀλλὰ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς τῶν μὴ τῇ ἀληθείᾳ προσεχόντων λαμβάνει. Ὃς δὲ λάβῃ τὴν μαρτυρίαν, ἤτοι τὴν διδασκαλίαν αὐτοῦ, ἐσφράγισεν, ἀντὶ τοῦ, ἔδειξεν, ἐβεβαίωσεν, ὅτι ὁ Θεὸς ἀληθής ἐστιν.