Ἢ γὰρ ὅτι τῇ οἰκουμένῃ τὰ ἀγαθὰ ἐκ τῶν Ἰουδαίων γέγονε (τὸ γὰρ εἰδέναι Θεόν, καὶ καταγινώσκειν εἰδώλων, ἐκεῖθεν τὴν ἀρχὴν ἔσχε, καὶ τὰ ἄλλα πάντα δόγματα, καὶ αὐτὸ δὲ τοῦτο τὸ τῆς προσκυνήσεως παρ’ ἡμῖν τοῖς Σαμαρείταις, εἰ καὶ μὴ ὀρθῶς, ἀπὸ γοῦν τῶν Ἰουδαίων τὴν ἀρχὴν ἔσχεν)· ἢ σωτηρίαν τὴν οἰκείαν παρουσίαν ὀνομάζει, ἤτις ἐκ τῶν Ἰουδαίων γέγονεν. Ἔστι δὲ καὶ αὐτὸν τὸν Κύριον σωτηρίαν νοῆσαι, ὃς ἐγένετο ἐκ τῶν Ἰουδαίων τὸ κατὰ σάρκα. «Ἀλλ’ ἔρχεται ὥρα, καὶ νῦν ἔστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ Πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ· καὶ γὰρ ὁ Πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν. Πνεῦμα ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας αὐτόν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.» Εἰ καὶ πλέον ὑμῶν τῶν Σαμαρειτῶν ἔχομεν ἡμεῖς οἱ Ἰουδαῖοι τῷ τρόπῳ τῆς προσκυνήσεως, ἀλλὰ καὶ τὰ τῶν Ἰουδαίων τέλος ἕξει λοιπόν. Οὐ γὰρ τὰ τῶν τόπων ἀμειφθήσεται μόνον, ἀλλὰ καὶ τὰ τοῦ τρόπου τῆς λατρείας· καὶ ταῦτα ἐπὶ θύραις ἐφέστηκε, καὶ νῦν ἔστιν· οὐ γάρ, ὡς τὰ παρὰ τῶν προφητῶν εἰρημένα, παράτασιν χρονικὴν λήψονται. Ἀληθινοὺς δὲ προσκυνητάς φησι τοὺς κατὰ τὸν αὐτοῦ νόμον πολιτευομένους, οἳ οὐ τόπῳ περικλείουσι τὸν Θεόν, ὡς οἱ Σαμαρεῖται, ἢ λατρείᾳ θεραπεύουσιν αὐτὸν σωματικῇ, ὡς Ἰουδαῖοι, ἀλλ’ ἐν πνεύματι καὶ ἀληθείᾳ, τουτέστι διὰ τῆς ψυχῆς, διὰ τῆς τοῦ νοὸς καθαρότητος.