φεῦ τῆς αὐτῶν σκοτώσεως, φεῦ τῆς αὐτῶν ἀγνοίας, φεῦ τῆς ταλαιπωρίας τε καὶ τῶν κενῶν ἐλπίδων, οὐδαμοῦ τοῦτο γέγραπται, οὐδὲ γὰρ ἔσται τοῦτο, ἀλλ’ ἐν φωτὶ μὲν ἀγαθῶν οἱ πεπραχότες θεῖα, ἐν σκότει δ’ ἔσονται ποινῶν οἱ τῶν φαύλων ἐργάται, μέσον δὲ χάσμα φοβερὸν ἑκατέρους διεῖργον, ὡς αὐτὸς σὺ ἐδίδαξας ὁ ἑτοιμάσας ταῦτα· τῷ γὰρ μέσον ἐμπίπτοντι ἀνθρώπῳ ὑπὲρ πᾶσαν βάσανον ἔσται φοβερὰν τοῦτο καὶ τιμωρίαν, εἰς ἄβυσσον κολάσεων, εἰς χάος ἀπωλείας ἐγκυβιστῶντι δυστυχῶς καὶ καταφερομένῳ, οὗ ἐπιβῆναι δυσχερὲς τοῖς οὖσιν ἐν βασάνοις, ἵνα διαπεράσωσιν ἐν τῇ γῇ τῶν δικαίων, οἳ προαιροῦνται ἐν πυρὶ δεινῶς ἀποτεφροῦσθαι ἢ γὰρ εἰς χάος τὸ φρικτὸν ἑαυτοὺς ἐπιρρῖψαι· οἱ οὖν ἐκεῖ εὐχόμενοι γενέσθαι μετὰ πότμον πολλῶν δακρύων ἄξιοι τυγχάνουσι καὶ θρήνων, ὅτι ὡς κτήνη ἄλογα ὅλως ἀναισθητοῦσι καὶ ἑαυτῶν κατεύχονται καὶ ἑαυτοὺς πλανῶσι· σὺ βασιλεία οὐρανῶν, σὺ γῆ, Χριστέ, πραέων, σὺ χλόης ὁ παράδεισος, σὺ ὁ νυμφὼν ὁ θεῖος, σὺ ὁ παστὸς ὁ ἄρρητος, σὺ ἡ τράπεζα πάντων· σὺ ᾖς ὁ ἄρτος τῆς ζωῆς, σὺ καινότατον πόμα, σὺ καὶ κρατὴρ τοῦ ὕδατος, σὺ καὶ ζωῆς τὸ ὕδωρ, σὺ καὶ λαμπὰς καθ’ ἕκαστον ἄσβεστος τοῖς ἁγίοις, σὺ καὶ χιτὼν καὶ στέφανος καὶ διαιρῶν στεφάνους, σὺ καὶ χαρὰ καὶ ἄνεσις, σὺ τρυφή τε καὶ δόξα, σὺ καὶ ἡ ἀγαλλίασις, σὺ καὶ ἡ εὐφροσύνη· καὶ λάμψει ὥσπερ ἥλιος ἡ χάρις σου, θεέ μου, τοῦ παναγίου πνεύματος ἐν πᾶσι τοῖς ἁγίοις, καὶ λάμψεις ὁ ἀπρόσιτος ἥλιος τούτων μέσον, καὶ πάντες ἐλλαμφθήσονται κατὰ ἀναλογίαν τῆς πίστεως, τῆς πράξεως, ἐλπίδος καὶ ἀγάπης, καθάρσεως καὶ φωτισμοῦ τοῦ ἐκ τοῦ πνεύματός σου, θεὲ μόνε μακρόθυμε καὶ κριτὰ τῶν ἁπάντων, οἷς μοναὶ λογισθήσονται διάφοροι καὶ τόποι τὰ μέτρα τῆς λαμπρότητος, τὰ μέτρα τῆς ἀγάπης τῆς θεωρίας τε τῆς σῆς, τὸ ποσὸν ἔσται πάλιν μεγαλειότητος αὐτοῖς δόξα, τρυφὴ καὶ κλέος εἰς διαιρέσεις οἰκιῶν καὶ μονῶν παραδόξων· τοῦτο σκηναὶ διάφοροι, τοῦτο πολλαὶ οἰκίαι, τοῦτο στολαὶ λαμπρόταται πολλῶν ἀξιωμάτων καὶ στέφανοι παμποίκιλοι, λίθοι καὶ μαργαρῖται καὶ ἄνθη τὰ ἀμάραντα ξένην ἔχοντα θέαν· τοῦτο καὶ κλῖναι καὶ στρωμναὶ καὶ τράπεζαι καὶ θρόνοι καὶ ἅπαν, ὅπερ εἰς τρυφὴν ἡδύτατον ὑπάρχει, ἦν καὶ ἔστι καὶ ἔσεται τὸ βλέπειν σε καὶ μόνον.