Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἁγία Γραφή

ΙΗΣΟΥΣ ΤΟΥ ΝΑΥΗ 16

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Αγία Γραφή

—

Κεφάλαιο 16, Εδάφιο 1

1

ΚΑΙ ἐγένετο τὰ ὅρια υἱῶν ᾿Ιωσὴφ ἀπὸ τοῦ ᾿Ιορδάνου τοῦ κατὰ ῾Ιεριχὼ ἀπὸ ἀνατολῶν καὶ ἀναβήσεται ἀπὸ ῾Ιεριχὼ εἰς τὴν ὀρεινήν, τὴν ἔρημον, εἰς Βαιθὴλ Λουζά,

2

καὶ ἐξελεύσεται εἰς Βαιθὴλ καὶ παρελεύσεται ἐπὶ τὰ ὅρια τοῦ ᾿Αχαταρωθὶ

Πατερικές αναφορές
3

καὶ διελεύσεται ἐπὶ τὴν θάλασσαν ἐπὶ τὰ ὅρια ᾿Απταλὶμ ἕως τῶν ὁρίων Βαιθωρὼν τὴν κάτω, καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ τὴν θάλασσαν.

Πατερικές αναφορές
4

καὶ ἐκληρονόμησαν οἱ υἱοὶ ᾿Ιωσὴφ ᾿Εφραὶμ καὶ Μανασσῆ·

5

καὶ ἐγενήθη ὅρια υἱῶν ᾿Εφραὶμ κατὰ δήμους αὐτῶν· καὶ ἐγενήθη τὰ ὅρια τῆς κληρονομίας αὐτῶν ἀπ’ ἀνατολῶν ᾿Αταρὼθ καὶ ᾿Ερὼκ ἕως Βαιθωρὼν τὴν ἄνω καὶ Γαζαρά,

Πατερικές αναφορές
6

καὶ διελεύσεται τὰ ὅρια ἐπὶ τὴν θάλασσαν εἰς ᾿Ικασμὼν ἀπὸ βορρᾶ Θερμά, περιελεύσεται ἐπ’ ἀνατολὰς εἰς Θηνασὰ καὶ Σελλησὰ καὶ παρελεύσεται ἀπ’ ἀνατολῶν εἰς ᾿Ιανωκὰ

Πατερικές αναφορές
7

καὶ εἰς Μαχώ, καὶ ᾿Αταρὼθ καὶ αἱ κῶμαι αὐτῶν καὶ ἐλεύσεται ἐπὶ ῾Ιεριχὼ καὶ διεκβαλεῖ ἐπὶ τὸν ᾿Ιορδάνην.

Πατερικές αναφορές
8

καὶ ἀπὸ Τάφου πορεύσεται τὰ ὅρια ἐπὶ θάλασσαν ἐπὶ Χελκανά, καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ θάλασσαν· αὕτη ἡ κληρονομία φυλῆς ᾿Εφραὶμ κατὰ δήμους αὐτῶν.

Πατερικές αναφορές
9

καὶ αἱ πόλεις αἱ ἀφορισθεῖσαι τοῖς υἱοῖς ᾿Εφραὶμ ἀνὰ μέσον τῆς κληρονομίας υἱῶν Μανασσῆ, πᾶσαι αἱ πόλεις καὶ αἱ κῶμαι αὐτῶν.

10

καὶ οὐκ ἀπώλεσεν ᾿Εφραὶμ τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Γαζέρ, καὶ κατῴκει ὁ Χαναναῖος ἐν τῷ ᾿Εφραὶμ ἕως τῆς ἡμέρας ταύτης, ἕως ἀνέβη Φαραὼ βασιλεὺς Αἰγύπτου καὶ ἔλαβεν αὐτὴν καὶ ἐνέπρησεν αὐτὴν ἐν πυρί, καὶ τοὺς Χαναναίους καὶ τοὺς Φερεζαίους καὶ τοὺς κατοικοῦντας ἐν Γαζὲρ ἐξεκέντησαν, καὶ ἔδωκεν αὐτὴν Φαραὼ ἐν φερνῇ τῇ θυγατρὶ αὐτοῦ.