Ἁγία Γραφή
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
ΚΑΙ ἐγένετο τὰ ὅρια φυλῆς ᾿Ιούδα κατὰ δήμους αὐτῶν ἀπὸ τῶν ὁρίων τῆς ᾿Ιδουμαίας ἀπὸ τῆς ἐρήμου Σὶν ἕως Κάδης πρὸς λίβα.
καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ λιβὸς ἕως μέρους θαλάσσης τῆς ἁλυκῆς, ἀπὸ τῆς λοφιᾶς τῆς φερούσης ἐπὶ λίβα
καὶ διαπορεύεται ἀπέναντι τῆς προσαναβάσεως ᾿Ακραβὶν καὶ ἐκπεριπορεύεται Σενὰ καὶ ἀναβαίνει ἀπὸ λιβὸς ἐπὶ Κάδης Βαρνὴ καὶ ἐκπορεύεται ᾿Ασωρὼν καὶ προσαναβαίνει εἰς Σάραδα καὶ ἐκπορεύεται τὴν κατὰ δυσμὰς Κάδης
Πατερικές αναφορέςκαὶ ἐκπορεύεται ἐπὶ Σελμωνὰν καὶ διεκβάλλει ἕως φάραγγος Αἰγύπτου, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος τῶν ὁρίων ἐπὶ τὴν θάλασσαν· τοῦτό ἐστιν αὐτῶν ὅρια ἀπὸ λιβός.
καὶ τὰ ὅρια ἀπὸ ἀνατολῶν· πᾶσα ἡ θάλασσα ἡ ἁλυκὴ ἕως τοῦ ᾿Ιορδάνου. καὶ τὰ ὅρια αὐτῶν ἀπὸ βορρᾶ καὶ ἀπὸ τῆς λοφιᾶς τῆς θαλάσσης καὶ ἀπὸ τοῦ μέρους τοῦ ᾿Ιορδάνου·
ἐπιβαίνει τὰ ὅρια ἐπὶ Βαιθαγλὰ καὶ παραπορεύεται ἀπὸ Βορρᾶ ἐπὶ Βαιθάραβα, καὶ προσαναβαίνει τὰ ὅρια ἐπὶ λίθον Βαιὼν υἱοῦ Ρουβήν,
Πατερικές αναφορέςκαὶ προσαναβαίνει τὰ ὅρια ἐπὶ τὸ τέταρτον τῆς φάραγγος ᾿Αχὼρ καὶ καταβαίνει ἐπὶ Γαλγάλ, ἥ ἐστιν ἀπέναντι τῆς προσβάσεως ᾿Αδδαμίν, ἥ ἐστι κατὰ λίβα τῇ φάραγγι, καὶ διεκβάλλει ἐπὶ τὸ ὕδωρ πηγῆς τοῦ ἡλίου, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος πηγὴ Ρωγήλ,
καὶ ἀναβαίνει τὰ ὅρια εἰς φάραγγα ᾿Ονὸμ ἐπὶ νώτου ᾿Ιεβοῦς ἀπὸ λιβὸς (αὕτη ἐστὶν ῾Ιερουσαλὴμ) καὶ διεκβάλλει τὰ ὅρια ἐπὶ κορυφὴν ὄρους, ἥ ἐστι κατὰ πρόσωπον φάραγγος ᾿Ονὸμ πρὸς θαλάσσης, ἥ ἐστιν ἐκ μέρους γῆς Ραφαΐν ἐπὶ βορρᾶ,
καὶ διεκβάλλει τὸ ὅριον ἀπὸ κορυφῆς τοῦ ὄρους ἐπὶ πηγὴν ὕδατος Ναφθὼ καὶ διεκβάλλει εἰς τὸ ὄρος ᾿Εφρών, καὶ ἄξει τὸ ὅριον εἰς Βαὰλ (αὕτη ἐστὶ πόλις ᾿Ιαρίμ),
Πατερικές αναφορέςκαὶ περιελεύσεται ὅριον ἀπὸ Βαὰλ ἐπὶ θάλασσαν καὶ παρελεύσεται εἰς ὄρος ᾿Ασσὰρ ἐπὶ νώτου, Πόλιν ᾿Ιαρὶν ἀπὸ βορρᾶ (αὕτη ἐστὶ Χασλὼν) καὶ καταβήσεται ἐπὶ Πόλιν ἡλίου καὶ παρελεύσεται ἐπὶ λίβα,
καὶ διεκβάλλει τὸ ὅριον κατὰ νώτου ᾿Ακκαρὼν ἐπὶ βορρᾶν, καὶ διεκβαλεῖ τὰ ὅρια εἰς Σοκχὼθ καὶ παρελεύσεται ὅρια ἐπὶ λίβα καὶ διεκβαλεῖ ἐπὶ Λεβνά, καὶ ἔσται ἡ διέξοδος τῶν ὁρίων ἐπὶ θάλασσαν. καὶ τὰ ὅρια αὐτῶν ἀπὸ θαλάσσης· ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ.
Πατερικές αναφορέςταῦτα τὰ ὅρια υἱῶν ᾿Ιούδα κύκλῳ κατὰ δήμους αὐτῶν.
καὶ τῷ Χάλεβ υἱῷ ᾿Ιεφονὴ ἔδωκε μερίδα ἐν μέσῳ υἱῶν ᾿Ιούδα διὰ προστάγματος τοῦ Θεοῦ, καὶ ἔδωκεν αὐτῷ ᾿Ιησοῦς τὴν πόλιν ᾿Αρβὸκ μητρόπολιν ᾿Ενὰκ (αὕτη ἐστὶ Χεβρών).
καὶ ἐξωλόθρευσεν ἐκεῖθεν Χάλεβ υἱὸς ᾿Ιεφονὴ τοὺς τρεῖς υἱοὺς ᾿Ενάκ, τὸν Σουσὶ καὶ Θολαμὶ καὶ τὸν ᾿Αχιμᾶ.
καὶ ἀνέβη ἐκεῖθεν Χάλεβ ἐπὶ τοὺς κατοικοῦντας Δαβίρ· τὸ δὲ ὄνομα Δαβὶρ ἦν τὸ πρότερον Πόλις γραμμάτων.
Πατερικές αναφορέςκαὶ εἶπε Χάλεβ· ὃς ἐὰν λάβῃ καὶ ἐκκόψῃ τὴν Πόλιν τῶν γραμμάτων καὶ κυριεύσῃ αὐτῆς, δώσω αὐτῷ τὴν ᾿Ασχὰν θυγατέρα μου εἰς γυναῖκα·
καὶ ἔλαβεν αὐτὴν Γοθονιὴλ υἱὸς Κενὲζ ἀδελφὸς Χάλεβ ὁ νεώτερος καὶ ἔδωκεν αὐτῷ τὴν ᾿Ασχὰν θυγατέρα αὐτοῦ γυναῖκα.
καὶ ἐγένετο ἐν τῷ ἐκπορεύεσθαι αὐτὴν καὶ συνεβουλεύσατο αὐτῷ λέγουσα· αἰτήσομαι τὸν πατέρα μου ἀγρόν· καὶ ἐβόησεν ἐκ τοῦ ὄνου. καὶ εἶπεν αὐτῇ Χάλεβ· τί ἐστί σοι;
καὶ εἶπεν αὐτῷ· δός μοι εὐλογίαν, ὅτι εἰς γῆν Ναγὲβ δέδωκάς με· δός μοι τὴν Γολαθμαίν. καὶ ἔδωκεν αὐτῇ Χάλεβ τὴν Γολαθμαὶν τὴν ἄνω καὶ τὴν Γολαθμαὶν τὴν κάτω.
Πατερικές αναφορέςαὕτη ἡ κληρονομία φυλῆς υἱῶν ᾿Ιούδα.
᾿Εγενήθησαν δὲ πόλεις αὐτῶν· πόλις πρώτη φυλῆς υἱῶν ᾿Ιούδα ἐφ’ ὁρίων ᾿Εδὼμ ἐπὶ τῆς ἐρήμου,
Πατερικές αναφορέςκαὶ αἱ πόλεις ᾿Ασερὼν (αὕτη ᾿Ασὼρ)
καὶ Σακαρὶμ καὶ Γάδηρα καὶ αἱ ἐπαύλεις αὐτῆς, πόλεις δεκατέσσαρες καὶ αἱ κῶμαι αὐτῶν·
Πατερικές αναφορέςκαὶ Γεδδὼρ καὶ Βαγαδιὴλ καὶ Νωμὰν καὶ Μαχηδάν, πόλεις ἑκκαίδεκα καὶ αἱ κῶμαι αὐτῶν·
Πατερικές αναφορέςκαὶ Κεϊλὰμ καὶ ᾿Ακιεζὶ καὶ Κεζὶβ καὶ Βαθησὰρ καὶ Αἰλώμ, πόλεις δέκα καὶ αἱ κῶμαι αὐτῶν·
Πατερικές αναφορές᾿Ακκαρὼν καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῶν·
ἀπὸ ᾿Ακκαρὼν Γεμνὰ καὶ πᾶσαι, ὅσαι εἰσὶ πλησίον ᾿Ασηδώθ, καὶ αἱ κῶμαι αὐτῶν·
᾿Ασιεδὼθ καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῆς· Γάζα καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῆς ἕως τοῦ χειμάρρου Αἰγύπτου· καὶ ἡ θάλασσα ἡ μεγάλη διορίζει.
καὶ Εὐμὰ καὶ πόλις ᾿Αρβὸκ (αὕτη ἐστὶ Χεβρὼν) καὶ Σωραίθ, πόλεις ἐννέα καὶ αἱ ἐπαύλεις αὐτῶν·
Πατερικές αναφορέςκαὶ Γαβαὰ καὶ Θαμναθά, πόλεις ἐννέα καὶ αἱ κῶμαι αὐτῶν·
καὶ Μαγαρὼθ καὶ Βαιθανὰμ καὶ Θεκούμ, πόλεις ἓξ καὶ αἱ κῶμαι αὐτῶν· Θεκὼ καὶ ᾿Εφραθὰ (αὕτη ἐστὶ Βηθλεὲμ) καὶ Φαγὼρ καὶ Αἰτὰν καὶ Κουλὸν καὶ Τατὰμ καὶ Θωβὴς καὶ Καρὲμ καὶ Γαλὲμ καὶ Θεθὴρ καὶ Μανοχώ, πόλεις ἕνδεκα καὶ αἱ κῶμαι αὐτῶν·
Πατερικές αναφορέςκαὶ Αἰχιοζὰ καὶ Ναφλαζὼν καὶ αἱ πόλεις Σαδὼν καὶ ᾿Αγκάδης, πόλεις ἑπτὰ καὶ αἱ κῶμαι αὐτῶν.
Πατερικές αναφορέςκαὶ ὁ ᾿Ιεβουσαῖος κατῴκει ἐν ῾Ιερουσαλήμ, καὶ οὐκ ἠδυνάσθησαν οἱ υἱοὶ ᾿Ιούδα ἀπολέσαι αὐτούς· καὶ κατῴκησαν οἱ ᾿Ιεβουσαῖοι ἐν ῾Ιερουσαλὴμ ἕως τῆς ἡμέρας ταύτης.