Χαίροις, Μαρία, ἡ λαμπὰς ἡ ἄσβεστος. Ἐκ σοῦ γὰρ ὁ Ἥλιος τῆς δικαιοσύνης γεγέννηται. Χαίροις, Μαρία, τὸ χωρίον τοῦ ἀχωρήτου, ἡ τὸν Μονογενῆ Θεὸν Λόγον χωρήσασα, ἡ τὸν στάχυν ἄνευ ἀρότρου καὶ σπέρματος βλαστήσασα τὸν ἀμαράντινον. Χαίροις, Μαρία Θεοτόκε, δι᾽ ἣν προφῆται κελαδοῦσιν, δι᾽ ἢν ποιμένες δοξολογοῦσιν, λέγοντες σὺν ἀγγέλοις τὸν φοβερὸν ἐκεῖνον ὕμνον· «Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.» Χαίροις, Μαρία Θεοτόκε, δι᾽ ἣν ἄγγελοι χορεύουσιν, ἀρχάγγελοι σκιρτῶσι φρικωδεστάτους ὕμνους ἀναπέμποντες. Χαίροις, Μαρία Θεοτόκε, δι᾽ ἣν μάγοι προσκυνοῦσιν, ὑπὸ ἀστέρος λαμπαδούχου ὁδηγούμενοι. Χαίροις, Μαρία Θεοτόκε, δι᾽ ἣν τὸ δεκάκτινον κάλλος τῶν ἀποστόλων ἐκλέλεκται. Χαίροις, Μαρία Θεοτόκε, δι᾽ ἣν Ἰωάννης ἔτι ὢν ἐν τῇ κοιλίᾳ τῆς μητρὸς αὐτοῦ ἐσκίρτησεν, καὶ προσεκύνησεν ὁ λύχνος τῷ φωτὶ τῷ ἀκοιμήτῳ. Χαίροις, Μαρία Θεοτόκε, δι᾽ ἧς προῆλθεν ἡ χάρις ἡ ἀνεκλάλητος, περὶ ἧς ὁ Ἀπόστολος βοῶν ἔλεγεν· «Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις.» Χαίροις, Μαρία Θεοτόκε, δι᾽ ἧς προῆλθε τὸ φῶς τὸ ἀληθινὸν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ λέγων ἐν τοῖς Εὐαγγελίοις· «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου.» Χαίροις, Μαρία Θεοτόκε, δι᾽ ἧς ἐπέλαμψε φῶς τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις. «Ὁ λαὸς γὰρ, φησὶν, ὁ καθήμενος ἐν σκότει, ἴδε φῶς μέγα.»