Οὐχὶ μόναι αἱ σχέσεις αὐτῶν εἰσιν ἐν ἡμῖν ὀρφαναὶ τῶν πραγμάτων; Ἀλλ’, ὡς ἔοικεν, ἐπιλήσμονές ἐσμεν τῶν ὑποσχέσεων. Ὁπηνίκα μὲν γὰρ ἐπισταίη θάνατός τινος ἀδελφοῦ ἢ πατρός, εὐθὺς εἰς συναίσθησιν ἐρχόμεθα, εἰς κατάνυξιν, εἰς ὀρθοπόδησιν. Ἐπὰν δὲ μικρὸς παριππεύσῃ χρόνος, ἐπιλελήσμεθα καὶ τῶν συνθηκῶν καὶ τῆς κατανύξεως. Ἀλλ’ οὐχ οὕτως οἱ ἅγιοι τοῦ Θεοῦ, οἵ γε πάντα τὸν βίον μελέτην θανάτου ποιούμενοι, καθ’ ἡμέραν ἀπέθνησκον· καὶ ἰδοὺ ἔζων. Καθ’ ἡμέραν ἐσταυροῦντο τῷ κόσμῳ ἀποστολικῶς· καθ’ ἡμέραν ἐξεδήμουν τῇ διαθέσει πρὸς Θεὸν ζῶντες τὴν ὄντως μακαρίαν καὶ ἐπέραστον ζωήν. Οὐ φοβεῖ ὑμᾶς τὸ ὑπόδειγμα τῶν δέκα παρθένων; «Ἰδοὺ, φησὶν, ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ.» Καὶ αἱ μὲν φρόνιμοι ὑπήντησαν μετὰ φαιδρῶν τῶν λαμπάδων, αἳ καὶ συνεισῆλθον εἰς τοὺς γάμους· αἱ δὲ μωραὶ ὀψισθεῖσαι διὰ τὴν ἐρημίαν τῶν ἀγαθῶν ἔργων ἐβόων λέγουσαι· «Κύριε, Κύριε, ἄνοιξον ἡμῖν· ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀμὴν λέγω ὑμῖν· οὐκ οἶδα ὑμᾶς.» Καὶ ἐπάγει· «Γρηγορεῖτε οὖν ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν ἐκείνην.» Γρηγορητέον οὖν καὶ διυπνιστέον τὴν ψυχὴν νήφειν, κατανύσσεσθαι, ἁγνίζεσθαι, καθαίρεσθαι, φωτίζεσθαι, ὡς ἂν μὴ αἰφνιδίως ἐπιστὰς ὁ θάνατος ἀποκλείσῃ καθ’ ἡμῶν, καὶ οὐδεὶς ὁ ἀνοίξων ἢ βοηθήσων. Διὸ προφθάσωμεν πάντες ἑτοιμάσαι τὰ ἔργα τῆς ἐξόδου φίλα Θεῷ.