Εἰ οὖν τὰ κτιστὰ ταῦτα καὶ φθαρτὰ οὐδὲν ἀπὸ τῆς κοινωνίας τῶν εὐτελεστέρων πάσχειν πέφυκε, τίνι λόγῳ, ἀνόητε σὺ καὶ λιθοκάρδιε, χλευάζειν με τολμᾷς λέγοντα ὅτι ὁ υἱὸς καὶ λόγος τοῦ Θεοῦ, οὐδόλως ἐκστὰς τῆς πατρικῆς δόξης, ἀλλ᾽ ὁ αὐτὸς ὢν Θεός, ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων ἀνείληφε σῶμα ἀνθρώπινον, ἵνα τοὺς ἀνθρώπους κοινωνοὺς ποιήσῃ τῆς θείας καὶ νοερᾶς φύσεως, καὶ ἐκ τῶν καταχθονίων τοῦ ᾅδου ἐξαγαγὼν τὴν ἡμῶν οὐσίαν, τῇ οὐρανίῳ τιμήσῃ δόξῃ ἵνα τὸν ἄρχοντα τοῦ σκότους τοῦ αἰῶνος τούτου, τῇ προσλήψει τῆς σαρκὸς δελεάσας, χειρώσηται, καὶ τὸ γένος ἡμῶν τῆς αὐτοῦ τυραννίδος ἐλευθερώσειεν. ἔνθεν τοι καὶ ἀπαθῶς προσομιλεῖ τῷ πάθει τοῦ σταυροῦ, τὰς δύο παριστῶν φύσεις αὐτοῦ· ὡς μὲν γὰρ ἄνθρωπος σταυροῦται, ὡς θεὸς δὲ σκοτίζει τὸν ἥλιον, κλονεῖ τὴν γῆν, καὶ πολλὰ κεκοιμημένα ἐγείρει σώματα ἐκ τῶν μνημάτων· πάλιν ὡς ἄνθρωπος θνήσκει, ὡς δὲ θεὸς ἐξανίσταται σκυλεύσας τὸν ᾅδην. διὸ καὶ κέκραγεν ὁ προφήτης· Ὁ ᾅδης ἐπικράνθη συναντήσας σοι κάτω. ἐπικράνθη γὰρ καὶ ἐνεπαίχθη ἄνθρωπον δοκῶν λαβεῖν ψιλόν, τῷ Θεῷ δὲ περιτυχών, καὶ κενὸς ἐξαίφνης γεγονὼς καὶ αἰχμάλωτος. ἐγείρεται τοιγαροῦν ὡς Θεός, καὶ ἀνέρχεται εἰς οὐρανούς, ὅθεν οὐδαμῶς ἐχωρίσθη.