Ὅτι ἀληθινῶς ἐγεννήθη Χριστὸς ἀπὸ Μαρίας τῆς ἀειπαρθένου διὰ πνεύματος ἁγίου, οὐκ ἀπὸ σπέρματος ἀνδρός, ἀλλ᾽ ἀπ᾽ αὐτῆς τῆς ἁγίας παρθένου λαβὼν τὸ σῶμα, ἐν ἀληθείᾳ καὶ οὐκ ἐν δοκήσει, σάρκα ἀληθινῶς, σῶμα ἀληθινῶς, σὺν ὀστέοις καὶ νεύροις καὶ πᾶσι τοῖς ἡμετέροις, μηδὲν ἀφ᾽ ἡμῶν διηλλαγμένος ἢ μόνον τὸ ἔνδοξον τῆς αὐτοῦ ἁγιότητος καὶ θεότητος καὶ σκεύους ἁγιωσύνης καὶ δικαιοσύνης, καὶ ἀναμαρτήτως τὰ πάντα τελείως ἔχων, καὶ ἐσχηκὼς ψυχὴν τὴν ἀνθρωπίνην ἐν ἀληθείᾳ, νοῦν τὸν ἀνθρώπινον ἐν ἀληθείᾳ, οὐχ ὡς ἡμῶν διαβεβαιουμένων τὸν νοῦν εἶναι ὑπόστασιν, καθὼς ἄλλοι λέγουσι· τὰ πάντα δὲ μὴ χρανθέντα ἐν ἁμαρτίᾳ, «στόμα» μὴ ψευσάμενον, «χείλη μὴ λαλήσαντα δόλον», καρδίαν μὴ ἐκκλίνασαν εἰς ἐρεθισμόν, νοῦν μὴ ἐκτραπέντα εἰς ἃ μὴ χρή, σάρκα μὴ τὰ σαρκὸς ἡδονῆς ἐργασαμένην· τέλειος ἄνωθεν θεός, οὐκ ἐλθὼν κατοικῆσαι ἐν ἀνθρώπῳ, ἀλλ᾽ αὐτὸς ὅλος ἐνανθρωπήσας, οὐ τραπεὶς τὴν φύσιν, συμπεριειληφὼς δὲ ἅμα τῇ θεότητι τὴν ἰδίαν ἐνανθρώπησιν, ἐν μήτρᾳ παρθένου γεγονὼς ἐν ἀληθείᾳ, κυοφορηθεὶς τὸν χρόνον, γεννηθεὶς διὰ γεννητικῶν πόρων ἀνεπαισχύντως, ἀχράντως, ἀμολύντως, ἀνατραφεὶς καὶ ἐναγκαλισθεὶς ὑπό τε Συμεῶνος καὶ Ἄννης, βασταχθεὶς ὑπὸ Μαρίας, πεζεύσας, ὁδοιπορήσας, παιδίον γεγονὼς, ἁδρυνθεὶς τῇ ἡλικίᾳ, τὰ πάντα ἔχων ἐν ἑαυτῷ ἐν τελειότητι, ἐν ἀριθμῷ ἐτῶν λογισθείς, ἐν ἀριθμῷ μηνῶν ἐν κοιλίᾳ κυοφορηθείς, «γενόμενος ἐκ γυναικός, γενόμενος ὑπὸ νόμον», ἐλθὼν ἐπὶ τὸν Ἰορδάνην, βαπτισθεὶς ὑπὸ Ἰωάννου, οὐκ ἐπιδεόμενος λουτρῶν, διὰ δὲ τὸ ἀκόλουθον τῆς ἐν νόμῳ ἐνανθρωπήσεως μὴ ταράσσων τὸ δίκαιον, ὅπως «πληρωθῇ», ὡς αὐτὸς ἔφη, «πᾶσα δικαιοσύνη», ἵνα δείξῃ ὅτι ἀληθινὴν σάρκα ἐνεδύσατο, ἀληθινὴν ἐνανθρώπησιν, κατερχόμενος εἰς τὰ ὕδατα, διδοὺς ἤπερ λαμβάνων, παρεχόμενος ἤπερ ἐπιδεόμενος, φωτίζων αὐτά, ἐνδυναμῶν αὐτὰ εἰς τύπον τῶν μελλόντων ἐν αὐτῷ τελειοῦσθαι, ὅπως οἱ αὐτῷ πεπιστευκότες ἐν ἀληθείᾳ καὶ ἔχοντες τὴν πίστιν τῆς ἀληθείας μάθωσιν ὅτι ἀληθινῶς ἐνηνθρώπησεν, ἀληθινῶς ἐβαπτίσθη, καὶ οὕτως διὰ τῆς αὐτοῦ συγκαταθέσεως καὶ αὐτοὶ ἐρχόμενοι λάβωσι τῆς αὐτοῦ καταβάσεως τὴν δύναμιν, καὶ φωτισθῶσιν ὑπὸ τῆς αὐτοῦ φωταγωγίας, πληρουμένου τοῦ ἐν τῷ προφήτῃ ῥητοῦ, εἰς μεταλλαγὴν δυνάμεως, εἰς παροχὴν σωτηρίας τῆς δυνάμεως τοῦ ἄρτου ἀπὸ τῆς Ἱερουσαλὴμ λαμβανομένης καὶ τῆς ἰσχύος τοῦ ὕδατος· 16.