Ὁ δὲ Κύριος οὐ λέγει αὐτοῖς τὰ σημεῖα τῆς οἰκίας, ἀλλ’, «Ἔρχεσθε, φησί, καὶ ἴδετε.» Τοῦτο δὲ ποιεῖ, ἅμα μὲν ἐπισπώμενος αὐτοὺς πλέον πρὸς τὴν ἀκολούθησιν, ἅμα δὲ γυμνάζων αὐτῶν τὸν πόθον, εἰ μὴ ἀποκάμοιεν πρὸς τὴν ὁδόν· εἰ γὰρ μετὰ ψυχρᾶς γνώμης προσῆλθον, οὐδ’ ἂν πρὸς τὴν οἰκίαν ἠκολούθησαν. Πῶς δὲ ἀλλαχοῦ φησιν, ὅτι «Ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλῖναι,» ἐνταῦθα δὲ φαίνεται οἰκίαν ἔχων; Οὐκ ἐναντίον τοῦτο ἐκείνῳ. Καὶ γὰρ ὅταν λέγῃ, «Οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλῖναι,» οὐ τοῦτο λέγει, τὸ μηδ’ ὄλως ἔχειν καταγώγιον, ἀλλὰ τὸ μὴ ἴδιον ἔχειν. Εἰ ἔμενεν οὖν ἐν οἰκίᾳ, οὐκ ἐν ἰδίᾳ ἔμενεν, ἀλλ’ ἐκ ἀλλοτρίᾳ. Οὐ μάτην δὲ ἐπισημαίνεται ὁ εὐαγγελιστὴς τὸν καιρόν, ὅτι «Ὥρα ἦν ὡς δεκάτη,» ἀλλ’ ἵνα καὶ τοὺς διδάσκοντας καὶ τοὺς μαθητιῶντας διδάξῃ, ὅτι οὐ διὰ τὸν καιρὸν ἀναβάλλεσθαι δεῖ, ἀλλὰ καὶ τὸν διδάσκαλον μὴ ὑπερτίθεσθαι, καὶ λέγειν, ὅτι Ὀψέ ἐστιν, αὔριον μαθήσῃ, καὶ τὸν μαθητὴν πάντα καιρὸν γινώσκειν μαθήσεως, καὶ μὴ ἀναβάλλεσθαι τὴν ἀκρόασιν εἰς τὴν αὔριον. Καὶ τοῦτο δὲ μανθάνομεν, ὅτι οὕτως εἶχον ἀβαρῆ τὴν γαστέρα, καὶ ἔννηφον, ὥστε τὸν καιρὸν ὃν ἄλλοι δαπανῶσιν εἰς ἀνάπαυσιν σώματος, βαρούμενοι δήπου τοῖς βρώμασι, καὶ μὴ δυνάμενοι σπουδαίῳ ἔργῳ ἐπιχειρῆσαι, τοῦτον αὐτοὶ ἀνήλισκον εἰς ἀκρόασιν. Ὄντως Ἰωάννου τοῦ ἀτρόφου ἦσαν μαθηταί.