Καὶ μὴν ἐχρῆν, εἴπερ ἄρα εἰς τὸ Ἰουδαϊκὸν Σάββατον ἀνεφέρετο τὰ διὰ τοῦ ψαλμοῦ δηλούμενα, ἐπὶ τῇ σχολῇ τοῦ Θεοῦ, καὶ τῇ, ὡς ἂν εἴποιεν, ἀναπαύσει καὶ ἀργίᾳ αὐτοῦ ηὐφράνθαι λέγεσθαι· νῦν δὲ οὐχ οὕτω φησὶν, ἀλλ᾽ Εὔφρανάς με, Κύριε, ἐν τῷ ποιήματί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσομαι, ἄντικρυς παριστὰς ἰδίως μὲν νοεῖσθαι τὸ ποίημα, καὶ πάλιν ἰδίως τὰ ἔργα τῶν χειρῶν τοῦ Θεοῦ, ἐφ᾽ οἷς ηὐφράνθαι ὁμολογεῖ, ἀλλ᾽ οὐκ ἐπὶ τῇ ἀργίᾳ. Εἴη δ᾽ ἂν ποίημα μὲν καθ᾽ ἕνα τρόπον αὕτη ἡ ἡμέρα, περὶ ἧς εἴρηται· Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ· δηλοῖ δὲ τὴν ἀναστάσιμον καὶ Κυριακὴν ἡμέραν, ὡς ἐν ἑτέροις ἀποδεικτικῶς παρεστήσαμεν, τὰ ἀπὸ τῆς κοσμοποιίας παραθέμενοι, καθ᾽ ἣν ὁ Μωϋσῆς· Ἐν ἀρχῇ, φησὶν, ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· καὶ ἐπιλέγει, Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς· καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέραν. Ὁρᾷς γὰρ ὡς οὐδὲν ἕτερον ἐν ταύτῃ γίνεται δημιούργημα, ἀλλ᾽ αὕτη μόνη ἡ ἡμέρα, ὡς ἐφαρμόζειν αὐτῇ τὸ φάσκον λόγιον, Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος. Οὐδὲ γὰρ ἄλλο τι ἀλλ᾽ αὐτὴν τὴν ἡμέραν ἐποίησεν, ἥτις ἦν ἡ πρώτη Κυριακὴ, περὶ ἧς καὶ νῦν λέγεσθαι τὸ, Ὅτι ηὔφρανάς με, Κύριε, ἐν τῷ ποιήματί σου· ἔργα δὲ χειρῶν αὐτοῦ τὰ ἐν ταῖς μετὰ ταῦτα ἡμέραις γεγενῆσθαι ἀναγεγραμμένα.