Ψαλμὸς ιγʹ
Τῷ Δαβίδ· εἰς τὸ τέλος. «Εἶπεν ἄφρων ἐν τῇ καρδίᾳ αὐτοῦ· οὐκ ἔστι Θεός», οὗ ἀφρονέστερον οὐ βοῦς οὐδὲ ὄνος, οἳ τὸν κτησάμενον ἠγνόησαν οὐδαμῶς. Οἱ δὲ λέγοντες μὴ εἶναι Θεὸν ἀποδιδοῦντα τὰς πράξεις «διεφθάρησαν καὶ ἐβδελύχθησαν» πράξεσιν ἀθεμίτοις, μηδαμοῦ ὁρῶντες χρηστότητα. «Κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψε» τοῦ διὰ σαρκώσεως κατελθεῖν «ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, τοῦ ἰδεῖν εἰ ἔστι συνιὼν ἢ ἐκζητῶν τὸν Θεόν», εὗρε δὲ τοὐναντίον φονεῖς καὶ βεβήλους, οἳ «πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός». «Οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν» μὴ λάθωσι Θεόν, τάχα δ’ οὐδ’ ἀνθρώπους. «Οἱ ἐσθίοντες τὸν λαόν μου», ὡς ἐσθιόμενον ἄρτον πλεονεκτικῶς, «τὸν Κύριον οὐκ ἐπεκαλέσαντο», ἀντὶ τοῦ τῆς πίστεως ἐκπεπτώκασι, κἀντεῦθεν λοιπὸν ὡς πλαδαροὶ καὶ δειλοὶ «τὸν Κύριον οὐκ ἐπεκαλέσαντο». «Ἐκεῖ ἐδειλίασαν φόβῳ, οὗ οὐκ ἦν φόβος», ὅτι Κύριος ἐν γενεᾷ δικαίων εὐδοκεῖ καὶ προφθάνει. «Βουλὴν πτωχοῦ κατῃσχύνατε, ὁ δὲ Κύριος ἐλπὶς αὐτοῦ ἐστι», κἂν παρ’ ἡμῶν παρορᾶται. «Τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ;» Οὐδείς, εἰμὴ ὁ κατοικῶν ἐν Σιὼν σεσαρκωμένος Θεός. «Ἐν τῷ ἐπιστρέψαι τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ», ἐκ τῆς αἰχμαλωσίας τοῦ λωποδύτου, «ἀγαλλιάσεται Ἰακώβ», σύστημα πιστῶν, «καὶ εὐφρανθήσεται» ἰσραηλίτης νοῦς καθορῶν τὸν Θεόν.