Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἁγία Γραφή

ΨΑΛΜΟΙ 13

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Αγία Γραφή

—

Ψαλμός 13, στίχος 1

1

Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυΐδ. ΕΙΠΕΝ ἄφρων ἐν καρδίᾳ αὐτοῦ· οὐκ ἔστι Θεός. διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασιν, οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός.

Πατερικές αναφορές
2

Κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων τοῦ ἰδεῖν εἰ ἔστι συνιὼν ἢ ἐκζητῶν τὸν Θεόν.

Πατερικές αναφορές
3

πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός.τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὑτῶν ἐδολιοῦσαν· ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν, ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει, ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα, σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν· οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.

Πατερικές αναφορές
4

οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν; οἱ ἐσθίοντες τὸν λαόν μου βρώσει ἄρτου τὸν Κύριον οὐκ ἐπεκαλέσαντο.

Πατερικές αναφορές
7

τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ ᾿Ισραήλ; ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ ἀγαλλιάσεται ᾿Ιακὼβ καὶ εὐφρανθήσεται ᾿Ισραήλ.

Πατερικές αναφορές