Ὁ ταπεινῶν τὴν ψυχὴν αὐτοῦ ἐναντίον τοῦ Θεοῦ, καὶ μηδέποτε κατεπαιρόμενος τοῦ πλησίον αὐτοῦ· Καρδίαν γὰρ συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει· ὁ συνθλιβόμενος ἐπὶ τῇ τοῦ πλησίον ἁμαρτίᾳ, καὶ πενθῶν τὰς ἰδίας ἁμαρτίας, καὶ χαίρων ἐπὶ τῇ τοῦ πλησίον εὐφροσύνῃ, καὶ μὴ φθόνῳ τηκόμενος ἐπὶ τῇ τούτου εὐδαιμονίᾳ· ὁ ἐν πραότητι δεχόμενος καὶ παιδεύων τοὺς ἀντιδιατιθεμένους, καὶ ἐπιποθῶν ἀεὶ καὶ διψῶν τὴν δικαιοσύνην τοῦ Θεοῦ ἐργάζεσθαι· οὗτος γὰρ τηρήσει καὶ τὸ καθαρὸν τῆς ἑαυτοῦ ψυχῆς· ὁ ἐπικαμπτόμενος ἐλέῳ εἰς τοὺς χρῄζοντας τὸν ἔλεον, καὶ ὑπὲρ τῆς κατὰ Θεὸν εἰρήνης ὅλον διδοὺς ἑαυτὸν, καὶ ἀγωνιζόμενος κληθῆναι υἱὸς Θεοῦ καὶ διὰ ταύτην τὴν ἐργασίαν, ἔτι δὲ καὶ ὑβριζόμενος καὶ κατηγορούμενος καὶ διωκόμενος, καὶ ἀποθνήσκων ἕνεκεν τῆς δικαιοσύνης τοῦ Θεοῦ καὶ τῆς ὁμολογίας τῆς εἰς Χριστὸν, ὅτι τοῦτο ἔστιν ἡ αἰώνιος ζωή· ὁ πᾶσαν ἐκτρεπόμενος αἱρετικὴν βλασφημίαν, καὶ ὀρθῶς ὁμολογῶν τὴν τῆς ἁγίας Τριάδος ὁμολογίαν· ὁ ἀλήθειαν μελετῶν ἐν τῇ καρδίᾳ αὐτοῦ, καὶ μὴ δολῶν τὴν ἑαυτοῦ γλῶτταν ἐν ψεύδει, καὶ μὴ ποιῶν κακὸν τῷ πλησίον, κατὰ τὸ γεγραμμένον· ὁ μὴ κατηγορῶν, μὴ λοιδορῶν, μηδὲ ἄλλο τι τῶν ἀπηγορευμένων ἐργαζόμενος, ἀλλὰ τηρῶν ἐπιμελῶς πάσας τὰς ἐντολὰς τοῦ Χριστοῦ καὶ ποιῶν αὐτάς· ἐκτείνων τὰς χεῖρας εἰς ἐλεημοσύνην, ἀποστερούμενος, καὶ μὴ ἀντιτείνων, μεταδιδοὺς τῷ μὴ ἔχοντι χιτῶνα, λοιδορούμενος καὶ εὐλογῶν, ἀγγαρευόμενος καὶ προστιθεὶς, μηδὲν αἰσχρὸν ἢ βλάσφημον ἐν τῷ στόματι περιφέρων ῥῆμα, ἢ ὅρκον προϊέμενος, ἀλλὰ ἕνα ὅρον γινώσκων, τὴν ἀλήθειαν, καὶ μελετῶν πάντοτε ταύτην, νύκτα καὶ ἡμέραν, καὶ πλείω τοῦ ναὶ, καὶ τοῦ οὒ, κατὰ τὴν τοῦ Κυρίου διάταξιν μὴ λέγων τινὶ ἐν ταῖς ἀπολογίαις αὐτοῦ· κινῶν τε τὴν γλῶσσαν πρὸς ὑμνῳδίαν, τὰ γόνατα καὶ τὰς χεῖρας σὺν τῷ νοῒ πρὸς δέησιν, δάκρυον πρὸς κατάνυξιν ἐκχέων ἐνώπιον τοῦ Θεοῦ· μεριμνῶν διὰ παντὸς τὸν θάνατον αὐτοῦ, καὶ τὴν μέλλουσαν κρίσιν, καὶ τὴν ἀπολογίαν τῶν ἔργων αὐτοῦ, πάντοτε ἀναλογιζόμενος ἃ ἥμαρτεν, ὑπὲρ αὐτῶν προσφέρων τὰς αἰνέσεις τῷ Θεῷ· τὰς δὲ ἀγαθὰς πράξεις ἐπιμελῶς ἐργαζόμενος, καὶ μὴ ἐπιφέρων αὐτὰς, ἢ ἐπιδεικνύμενός τισιν, ἢ μεγαλαυχούμενος ἐν αὐταῖς ὥσπερ ὁ Φαρισαῖος, ἀλλὰ τῷ εἰδότι Θεῷ καταλιμπάνων τὴν γνῶσιν αὐτῶν, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· φεύγων μέθην, φεύγων ἐπιορκίαν, γαστριμαργίαν, ἀκαιρολογίαν, φθόνον, ἔριν, κακίαν, πλεονεξίαν τὴν δευτέραν εἰδωλολατρείαν, θυμὸν, ὀργὴν, πορνείαν, μοιχείαν, καὶ πᾶσαν ῥυπαρίαν σώματος· μὴ ποιῶν φαρμακείαν, ἢ μαντείαν, ἢ ἐπῳδήν τινα, ἀλλὰ ἁγνίζων ἑαυτὸν νυκτὸς καὶ ἡμέρας πρὸς τὸ ἀμέμπτως μεταλαμβάνειν τοῦ τιμίου σώματος καὶ αἵματος τοῦ Χριστοῦ· προϊστάμενος ὀρφανῶν, ἔτι δὲ καὶ χηρῶν ὁμοίως καὶ προσηλύτων· μὴ ἀποστρεφόμενος ἐκ τοῦ αἰτοῦντος, ἢ τοῦ θέλοντος δανείσασθαι, ἀλλὰ καὶ διασπῶν πᾶσαν ἄδικον συγγραφήν· εἰ δὲ καὶ δικαίαν κέκτηται, μὴ ἐπιφέρων ἢ ἐπιδεικνύμενός τισιν, ἅπας τοῦ Θεοῦ ὢν, καὶ τοῦ Θεοῦ ἔχων, εἴπερ τι ἔχει δικαίως ἐξ αὐτοῦ, καὶ αὐτῷ παρέχων τὰ ἴδια, καὶ ἐκ τοῦ Θεοῦ ζητῶν τὸ ἐλλεῖπον, καὶ δοξάζων τοὺς δοξάζοντας τὸν Θεὸν, καὶ τιμῶν τοὺς δούλους αὐτοῦ· τοὺς ἐχθροὺς τῆς πίστεως ἐλεῶν διὰ τὴν τύφλωσιν, καὶ πάσῃ δυνάμει πειρώμενος ἐπιστρέφειν, τοὺς δὲ ἐπιμένοντας ἀποστρεφόμενος, καὶ τέλειον μῖσος μισῶν τοὺς μισοῦντας τὸν Κύριον· ἐν πάσῃ ἀγαθοσύνῃ, ἐν πάσῃ εὐσεβείᾳ, ἐν πάσῃ ἁγνείᾳ ἀναστρεφόμενος, ὡς ὅλον ἔχων ἐν ἑαυτῷ τὸν Θεὸν, καὶ ὅλος ὑπάρχων τοῦ Θεοῦ, ἐκ τῆς μνήμης αὐτοῦ καὶ τῶν ἐντολῶν αὐτοῦ ἀεὶ καὶ κινούμενος, καὶ σαλευόμενος, καὶ κοιταζόμενος, καὶ ἀνιστάμενος, καὶ ἐσθίων καὶ πίνων καὶ διημερεύων, κατὰ τὸ γεγραμμένον· Προωρώμην τὸν Κύριον ἐνώπιόν μου παραπαντὸς, ὅτι ἐκ δεξιῶν μου ἐστὶν, ἵνα μὴ σαλευθῶ· καὶ, Φοβηθήτω πᾶσα ἡ γῆ, ἀπ᾽ αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην· μὴ μνησικακῶν, ὅτι ὁδοὶ μνησικάκων εἰς θάνατον, καὶ ὁ ἀφεὶς τῷ πλησίον τὸ ἁμάρτημα, ἀφίεται ὑπὸ τοῦ Θεοῦ τὰ ἁμαρτήματα αὐτοῦ.