Περὶ δὲ τῆς ἀνόδου αὐτοῦ—τουτέστι τῆς ἀναγεννήσεως—, ἵνα γένηται πνευματικός, οὐ σαρκικός, λέγει, φησίν, ἡ γραφή· «ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης·» —τουτέστι θαῦμα θαυμάτων· —«τίς» δέ, φησίν, «ἐστὶν οὗτος ὁ βασιλεὺς τῆς δόξης;» «σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπου καὶ ἐξουθένημα λαοῦ». «αὐτός» 〈δέ, φησίν,〉 «ἐστὶν ὁ βασιλεὺς τῆς δόξης» «ὁ ἐν πολέμῳ δυνατός». πόλεμον δὲ λέγει τὸν ἐν σώματι 〈γινόμενον〉, ὅτι ἐκ μαχίμων στοιχείων πέπλασται τὸ πλάσμα, καθὼς γέγραπται, φησί· «μνήσθητι πόλεμον τὸν γινόμενον ἐν σώματι». ταύτην 〈δέ〉, φησί, τὴν εἴσοδον καὶ ταύτην τὴν πύλην εἶδεν εἰς Μεσοποταμίαν πορευόμενος ὁ Ἰακώβ—ὅπερ ἐστὶν ἀπὸ τοῦ παιδὸς ἔφηβος ἤδη γινόμενος καὶ ἀνήρ—〈*〉 τουτέστιν ἐγνωρίσθη τῷ εἰς Μεσοποταμίαν πορευομένῳ· Μεσοποταμία δέ, φησίν, ἐστὶν ἡ τοῦ μεγάλου Ὠκεανοῦ ῥοή, ἀπὸ τῶν μέσων ῥέουσα τοῦ τελείου ἀνθρώπου. καὶ ἐθαύμασε, 〈φησί,〉 τὴν οὐράνιον πύλην εἰπών· «ὡς φοβερὸς ὁ τόπος οὗτος· οὐκ ἔστι τοῦτο ἀλλ᾽ ἢ οἶκος θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ». διὰ τοῦτο, φησί, λέγει ὁ Ἰησοῦς· «ἐγώ εἰμι ἡ πύλη» ἡ ἀληθινή. ἔστι δὲ ὁ ταῦτα λέγων ὁ ἀπὸ τοῦ ἀχαρακτηρίστου, φησίν, ἄνωθεν κεχαρακτηρισμένος τέλειος ἄνθρωπος.
οὐ δύναται οὖν, φησί, σωθῆναι ὁ τέλειος ἄνθρωπος, ἐὰν μὴ ἀναγεν〈ν〉ηθῇ διὰ ταύτης εἰσελθὼν τῆς πύλης.