Πάλιν λέγω· ἀπὸ τῆς αἰχμαλωσίας ἐγένοντο βελτίους. Ἐντεῦθεν οἱ πρὸ τούτου ναυτιῶντες, καὶ τὸν μὲν ναὸν ἀφιέντες, καὶ τὴν ἀκρόασιν τῶν θείων λογίων, ὄρεσι δὲ καὶ νάπαις καὶ βουνοῖς ἑαυτοὺς διδόντες καὶ πολλῇ τῇ ἀσεβείᾳ, τὴν ἐπιθυμίαν ἔστησαν τῆς λατρείας ἐκείνης, καὶ πρὸς τὴν ἐπαγγελίαν αὐτὴν διαθερμαίνονται, καὶ ὀρθοῦνται, καὶ ἵστανται, καὶ γάννυνται τῇ διανοίᾳ. Ἐπειδὴ γὰρ ἐν λιμῷ κατέστησαν καὶ δίψει, οὐ λιμῷ ἄρτου, καὶ δίψει ὕδατος, ἀλλὰ τοῦ ἀκοῦσαι λόγον Κυρίου, κολασθέντες τῇ τιμωρίᾳ ταύτῃ μετὰ πλείονος τῆς ἐπιθυμίας ταῦτα ἐπιζητοῦσιν, ὧν πρώην ἐξέπεσον. Οὕτω καὶ τὸ ἔδαφος αὐτὸ περιέπλεκον λέγοντες, ὅτι Εὐδόκησαν οἱ δοῦλοί σου τοὺς λίθους αὐτῆς, καὶ τὸν χοῦν αὐτῆς οἰκτειρήσουσι· καὶ πάλιν, Πότε ἥξω, καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; καὶ πάλιν, Μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἑρμονιεὶμ, ἀπὸ ὄρους μικροῦ· καὶ πάλιν· Ταῦτα ἐμνήσθην, καὶ ἐξέχεα ἐπ᾽ ἐμὲ τὴν ψυχήν μου. Τί ἐμνήσθης, εἰπέ μοι; Ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ Θεοῦ. Τουτέστιν, ὅτι Διηρχόμην τὰς χορείας, τὰς πανηγύρεις, τὴν λατρείαν ἐκείνην. Ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σου, Ἱερουσαλήμ. Ἕτερος, Εὐφράνθην εἰπόντων μοι· Εἰς τὸν οἶκον Κυρίου ἤλθομεν Ἔστησαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σου, Ἱερουσαλήμ. Εἶδες ἡδονῆς ὑπερβολήν;