ΤΙΤΛ. ΛΕʹ. —Περὶ παιδείας Θεοῦ, κατὰ δοκιμὴν, καὶ πεῖραν γενομένης. «Ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα, ὁ Θεὸς ἐπείραζε τὸν Ἀβραὰμ, καὶ εἶπεν αὐτῷ· Ἀβραὰμ, Ἀβραάμ. Καὶ εἶπεν· Ἰδοὺ ἐγώ. Καὶ εἶπεν· Λάβε τὸν υἱόν σου τὸν ἀγαπητὸν, ὃν ἠγάπησας, τὸν Ἰσαὰκ, καὶ πορεύθητι εἰς τὴν γῆν τὴν ὑψηλὴν, καὶ ἀνένεγκαι αὐτὸν εἰς ὁλοκάρπωσιν ἐφ᾽ ἓν τῶν ὀρέων, ὧν ἄν σοι εἴπω.» «Μνήσθητι πᾶσαν τὴν ὁδὸν, ἣν ἤγαγέ σε Κύριος ὁ Θεός σου ἐν τῇ ἐρήμῳ, ὅπως ἂν κακώσῃ σε, καὶ πειράσῃ σε, καὶ διαγνῷ τὰ ἐν τῇ καρδίᾳ σου, εἰ φυλάξῃ τὰς ἐντολὰς αὐτοῦ, ἢ οὔ. Καὶ ἐκάκωσέν σε, καὶ ἐλιμαγχόνησέν σε, καὶ ἐψώμισέν σε τὸ μάννα, ὃ οὐκ ᾔδεισαν οἱ πατέρες σου, ἵνα ἀναγγείλῃ σοι, ὅτι οὐκ ἐπὶ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ᾽ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος αὐτοῦ ζήσεται ἄνθρωπος.» «Πειράζει Κύριος ὁ Θεὸς ὑμᾶς, εἰδέναι εἰ ἀγαπᾶτε Κύριον τὸν Θεόν.» «Μὴ ἀποποιοῦμαι τὸ κρῖμα; Οἴει δέ με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος;» «Ἐδοκίμασας ἡμᾶς ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον. Εἰσήγαγεν ἡμᾶς εἰς τὴν παγίδα, ἔθου θλίψεις ἐπὶ τῶν νώτων ἡμῶν, ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν. Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν.» «Μακάριος ἄνθρωπος ὃς ὑπομένει πειρασμὸν, ὅτι δόκιμος γενόμενος, λήψεται τὸν στέφανον, ὃν ἐπηγγείλατο ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.»