Μετανοήσωμεν τοῦ λοιποῦ, ἐξυπνίσωμεν, γρηγορήσωμεν, παρακαλῶ ὑμᾶς, ἀδελφοὶ, ἀποτινάξωμεν τὸν βαθὺν ὕπνον τῆς ἁμαρτίας. Δεῦτε, ἀκούσατε, καὶ διηγήσομαι ὑμῖν, πάντες οἱ φοβούμενοι τὸν Θεόν· δεῦτε, ἀκούσατε πράγματα καὶ ῥήματα πνευματικὰ καὶ σωτήρια· δεῦτε, μάθετε βουλὴν σώζουσαν καὶ θεάρεστον· δεῦτε, γνῶτε πῶς ἐξομολογησόμεθα τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν· δεῦτε πρὶν λυθῇ τοῦ βίου ἡ πανήγυρις· δεῦτε πρὶν ἀποκλεισθῶσιν αἱ θύραι τῆς ζωῆς, πρὶν ὁ θάνατος ἔλθῃ καὶ εὕρῃ ὑμᾶς ἀνετοίμους· δεῦτε πρὶν ὁ ἥλιος δύνῃ, πρὶν σκοτάσῃ τὸ φῶς· Δεῦτε, ἀκούσατε, πάντα τὰ ἔθνη, καὶ ἐνωτίσατε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην· δεῦτε, Γηγενεῖς καὶ υἱοὶ τῶν ἀνθρώπων, ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης· δεῦτε, εὐγενεῖς καὶ ἔνδοξοι, δοῦλοι καὶ ἐλεύθεροι· δεῦτε πᾶν γένος, καὶ ἡλικία πᾶσα, ἄνδρες ὁμοῦ καὶ γυναῖκες, μικροί τε καὶ μεγάλοι, νέοι τε καὶ γέροντες· δεῦτε, ἱερεῖς Κυρίου, καὶ πᾶν τὸ πλήρωμα τῆς Ἐκκλησίας τῆς ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης· δεῦτε, Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων· δεῦτε, βασιλεῖς τῆς γῆς, οἵ τε σοφοὶ καὶ ἰδιῶται· δεῦτε, Προσπέσωμεν ἐναντίον Κυρίου τοῦ ποιήσαντος ἡμᾶς· ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαὸς νομῆς αὐτοῦ, καὶ πρόβατα χειρὸς αὐτοῦ. Δεῦτε, ἀδελφοὶ, καὶ γνῶμεν, ὅτι οὐδὲν ὠφελήσουσιν ἡμᾶς τὰ πέρατα τῆς γῆς.