Ἔργον
Μέγας Βασίλειος – Ἐπιτίμια εἰς μοναχοὺς παρανομοῦντας
Πνευματικά καθήκοντα, έλεγχος και αποφυγή αργολογίας
Επιτίμια και κανόνες για την αμέλεια των πνευματικών καθηκόντων, τη στάση έναντι του ελέγχου και την αποφυγή της αργολογίας.
آبائی اور بائبلی متون کے مطالعے، تلاش اور کھوج کا ایک پلیٹ فارم
کوئی مصنف، تصنیف یا کتابِ مقدس کی کوئی کتاب منتخب کریں اور ترجمے، نوٹس اور بک مارکس کے ساتھ اصل یونانی ماخذ کا مطالعہ کریں۔
قاری کا استعمال
فوری تلاش براہِ راست کسی مصنف، تصنیف یا کتابِ مقدس کی کتاب کی تلاش کریں۔
تفصیلی انتخاب کوئی ماخذ منتخب کریں، پھر کوئی مصنف، تصنیف، باب یا بائبلی اقتباس۔
مطالعے کے اوزار مطالعے کے دوران آپ ترجمے، بک مارکس، نوٹس اور اپنی ذاتی ظاہری ترتیبات استعمال کر سکتے ہیں۔
Ἔργον
Πνευματικά καθήκοντα, έλεγχος και αποφυγή αργολογίας
Επιτίμια και κανόνες για την αμέλεια των πνευματικών καθηκόντων, τη στάση έναντι του ελέγχου και την αποφυγή της αργολογίας.
ΕΠΙΤΙΜΙΑ. αʹ Εἴ τις ὑγιαίνων τῷ σώματι ἀμελοίη τῶν προσευχῶν, ἢ τῆς ἐκμαθήσεως τῶν ψαλμῶν, προφασιζόμενος προφάσεις ἐν ἁμαρτίαις, οὗτος ἀφοριζέσθω, ἢ νηστευέτω ἑβδομάδα μίαν. βʹ Εἴ τις ἐλέγχοιτο ἐπὶ πταίσματι μετὰ ἀγάπης, καὶ μὴ καταδέχοιτο τὸν ἔλεγχον, μετὰ πάσης εὐλαβείας παρακαλῶν, καὶ αἰτῶν συγγνώμην ἐφ᾽ οἷς ἐπλημμέλησε, καὶ αὐτὸς ἀφοριζέσθω ἑβδομάδα μίαν.
γʹ Εἴ τις συγγνῷ τινι ἁμάρτημα, καὶ μὴ διορθώσεται αὐτὸν, ἢ ἐλέγξει ἐν εἰρήνῃ μετὰ ἀγάπης τῆς ἐν Χριστῷ, ἀλλ᾽ ἐν λύπῃ, ὡς θριαμβεύων μᾶλλον τὸν ἀδελφὸν, ἢ θεραπεύων τὸν αἴτιον τῆς ἁμαρτίας, καὶ αὐτὸς συναφοριζέσθω τῷ ἐλεγχομένῳ ἐπὶ τῷ ἁμαρτήματι ἑβδομάδας δύο, ἐπειδὴ ὡς ἐχθρὸς, καὶ οὐχ ὡς ἀδελφὸς ἤλεγξεν.
δʹ Εἴ τις ὑβρίζει ἢ ἀντιλέγει, ἐπιτασσόμενος παρὰ ἀδελφοῦ τὰ κατὰ δύναμιν, καὶ μὴ ὑπακούει μετὰ πάσης τῆς ἐν Χριστῷ χαρᾶς, ὡς πληροφορῶν αὐτὸν, ὁμοίως ἀφοριζέσθω ἑβδομάδα μίαν. εʹ Εἴ τις ἀργολογοίη ἢ εὐτραπελεύοιτο, μὴ φυλάσσων μετὰ φόβου καὶ τρόμου τὴν διδασκαλίαν τοῦ μακαρίου Ἀποστόλου καὶ τῶν Εὐαγγελίων, καὶ αὐτὸς ἀφοριζέσθω ἑβδομάδα μίαν.
تصنیف
متن
متعلقہ اقتباس نئی ونڈو میں کھولتا ہے۔