Ἔργον
Μέγας Βασίλειος – Ἐπιτίμια εἰς μοναχοὺς παρανομοῦντας
Όρκοι, επιχαιρεκακία, αμετανοησία και άκαιρη έξοδος
Διατάξεις σχετικές με τους όρκους, τον ονειδισμό μετά τη συγχώρηση, τη διαχείριση των αμετανόητων αδελφών και την άσκοπη περιπλάνηση.
آبائی اور بائبلی متون کے مطالعے، تلاش اور کھوج کا ایک پلیٹ فارم
کوئی مصنف، تصنیف یا کتابِ مقدس کی کوئی کتاب منتخب کریں اور ترجمے، نوٹس اور بک مارکس کے ساتھ اصل یونانی ماخذ کا مطالعہ کریں۔
قاری کا استعمال
فوری تلاش براہِ راست کسی مصنف، تصنیف یا کتابِ مقدس کی کتاب کی تلاش کریں۔
تفصیلی انتخاب کوئی ماخذ منتخب کریں، پھر کوئی مصنف، تصنیف، باب یا بائبلی اقتباس۔
مطالعے کے اوزار مطالعے کے دوران آپ ترجمے، بک مارکس، نوٹس اور اپنی ذاتی ظاہری ترتیبات استعمال کر سکتے ہیں۔
Ἔργον
Όρκοι, επιχαιρεκακία, αμετανοησία και άκαιρη έξοδος
Διατάξεις σχετικές με τους όρκους, τον ονειδισμό μετά τη συγχώρηση, τη διαχείριση των αμετανόητων αδελφών και την άσκοπη περιπλάνηση.
ϛʹ Εἴ τις πλὴν τοῦ ναὶ καὶ τοῦ οὒ, ἄλλον ὀμνύει ὅρκον, καὶ αὐτὸς ἀφοριζέσθω ἑβδομάδα μίαν. ζʹ Εἴ τις συγγνῷ τινι ἀδελφῷ πταίσαντι, καὶ μετὰ τὸ παρελθεῖν ὀνειδίζοι, ὡς παραδειγματίζων, καὶ αὐτὸς ὡς ἀσυμπαθὴς καὶ ἐπιχαιρέκακος ἀφοριζέσθω ἑβδομάδα μίαν.
ηʹ Εἴ τις συγγνῷ τινι ἁμάρτημα, καὶ ὁρᾷ αὐτὸν ἀδιαφόρως φέροντα, καὶ μὴ μετὰ συντριμμοῦ καρδίας καὶ πολλῶν δακρύων ἐξιλεούμενον τὸν Κύριον, παρακαλείτω καὶ ὑπομιμνησκέτω αὐτὸν μετανοεῖν, καὶ ἐπιδείκνυσθαι ἔργα μετανοίας. Εἰ δὲ τούτων γινομένων ἀμελοίη τῆς ἑαυτοῦ σωτηρίας, χωριζέσθω ὁ τοιοῦτος τῆς συνοδίας παντελῶς.
Μικρὰ γὰρ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ, κατὰ τὸν εἰπόντα ἅγιον. θʹ Εἴ τις προέρχοιτο παρὰ τὰς ἀναγκαίας χρείας, περιάγων ἀκαίρως, ἀφοριζέσθω ὁ τοιοῦτος, ἵνα ἡσυχάζωσιν ἐν οἴκῳ οἱ πόδες αὐτοῦ, καθὼς γέγραπται.
تصنیف
متن
متعلقہ اقتباس نئی ونڈو میں کھولتا ہے۔