ΔΑΝΙΗΛ ΠΡΕΣΒΥΤΕΡΩΙ
Μάλιστα μὲν οὐ πᾶσαι αἱ ὕβρεις διὰ τὸν Χριστὸν γίνονται, ἀλλ’ ἔστιν ὅτε καὶ δι’ ἡμᾶς αὐτοὺς ἢ ἀδικοῦντας ἢ ἄλλο τί δρῶντας, ἔστι δὲ ὅτε καὶ δι’ αὐτὸν μὲν γίγνονται, ἀληθεῖς δέ εἰσι καὶ οὐ πεπλασμέναι. Δύο τοίνυν ζητεῖ ὁ ἀκρότατος τῆς εὐδοκιμήσεως ὅρος, καὶ τὸ ψευδεῖς εἶναι τὰς ὕβρεις, καὶ τὸ δι’ αὐτὸν γίγνεσθαι. Εἰ δὲ θάτερον ἀπολειφθείη, θάτερον οὐκ ἀναιρεθήσεται μέν, οὐδ’ ἀργήσει (ἄτοπον γὰρ τοῦτο), εἰς δὲ τὴν ἀκροτάτην μακαριότητα οὐ καταλήξει. Εἰ μὲν γὰρ διὰ τὸν Χριστὸν μὲν λοιδορούμεθα, ἀληθεῖς δέ εἰσιν αἱ ὕβρεις, ὑποτέμνεται ὁ μισθός, εἰ δὲ μὴ διὰ τὸν Χριστὸν μέν, ψευδεῖς δ’ εἰσί, πάλιν ὁ μισθὸς οὐ κορυφαιότατος· ἔχει μὲν γὰρ ἑκάτερον μισθόν, ἀλλ’ οὐ τοσοῦτον ὅσον εἰ συναφθείη ἀμφότερα. Τὸ δὲ ἕνεκεν ἐμοῦ λέγων οὐ ταπεινὰ περὶ αὐτοῦ παρίστησι νοεῖν, οὐδ’ ὅλως μέτρια καὶ κτίσεως ἀξίαν ἔχοντα· ὑπέροπτον γὰρ τοῖς τοιούτοις ἅπασι τὸ μὴ Θεὸν προτίθεσθαι σκοπόν, ἀλλ’ ἑαυτοὺς ὡς καὶ δι’ ἀγώνων μεγίστων καὶ ἐσχάτων κινδύνων ἀξιοσπουδάστους.