ΠΕΤΡΩΙ
Θαυμάζω σου τὴν κεχρεωστημένην ἀφροσύνην. Οὐ γὰρ οἶμαί σε εἰς τοσαύτην ἄνοιαν ἐληλακέναι, ὡς νομίσαι τοὺς ἐλεοῦντας μέν, ἐπιδεικνυμένους δέ, τῶν μὴ ἐλεούντων χείρους εἶναι. Ἐγὼ δὲ ὡς ἔχω γνώμης περὶ τούτων φράσω· ὅτι ἐλεήμων μέν ἐστι κυρίως ἐκεῖνος, ὁ εὐεργετῶν μέν, μὴ ἐκπομπεύων δὲ τὰς τῶν εὖ πασχόντων συμφοράς. Εἰ μὲν γὰρ δι’ αὐτὸ τὸ καλόν τις πράξειε, μείζονα ἔχει τὸν μισθὸν τοῦ διὰ μισθὸν αὐτὸ ποιοῦντος· εἰ δὲ διὰ μισθὸν θεῖον, ἐν δευτέρᾳ τάξει τετάξεται· εἰ δὲ δι’ ἔπαινον τοῦτο ποιεῖ, ἕξει τοῦτο δι’ ὃ καὶ πεποίηκεν. Ὁ δὲ μήτε δι’ αὐτὸ τὸ καλόν, μήτε διὰ θεῖον μισθόν, μήτε δι’ ἀνθρώπινον ἔπαινον ποιῶν τὸ δέον, οὐδὲ ἄνθρωπος εἶναί μοι δοκεῖ, ἀλλ’ ἀλιτήριος δαίμων. Δι’ ἣν τοίνυν αἰτίαν σύ, τῶν θείων χρησμῶν ἀκούσας παρακελευομένων μὴ ποιεῖν τὴν ἐλεημοσύνην ἔμπροσθεν τῶν ἀνθρώπων, οὐδὲ διὰ φιλοδοξίαν ἀνεχόμενός τι ποιεῖν χρηστόν, τοὺς διὰ φιλοτιμίαν ποιοῦντας αἰτιᾷ; Ὅσῳ γὰρ κρείττων ὁ διὰ τὴν τῶν ἀνθρώπων δόξαν σωφροσύνην ἀσκῶν τοῦ μηδὲ διὰ ταύτην σωφρονοῦντος, τοσοῦτον ὁ διὰ φιλοδοξίαν εὖ ποιῶν τοῦ μηδόλως εὖ ποιοῦντος ἀμείνων. Ὁ μὲν γὰρ τοὺς ἀνθρώπους, ὁ δὲ οὔτε τοὺς ἀνθρώπους οὔτε τὸν Θεὸν ᾐδέσθη.