Ὁ ἡγούμενος: Ναί, ἀλλ’ οὐκ ἐμπτύει αὐτῷ, οὐδὲ ἐμφυσᾷ τρίς, ὡς ἤδη τινὲς κατηγοροῦσιν ἡμῶν.
Ὁ Ἰωσήφ: Τὸ τί κατηγοροῦσιν ὑμῶν ἕτεροι ἐν ἄλλοις οὐκ οἶδα, ὅτι δ’ ἐπ’ ἐκκλησίας καὶ παρρησίᾳ καὶ κατὰ χρέος σχήματι καὶ γλώττῃ καὶ πράγματι ἅγιον ὁμολογεῖτε τὸν Ῥώμης ῥητῶς ἐν τοῖς γράμμασι καὶ τὸν ἴδιον φραγγεπίσκοπον ἕκαστος κύριον ἑαυτοῦ καὶ οἰκεῖον μητροπολίτην ἀνακηρύττει καὶ πάντας τοὺς ἐκείνου ὥσπερ ἀδελφοὺς στέργειν γνησίους, κἂν λεγᾶτος ἔλθῃ, προϋπαντῆσαι τούτῳ κατ’ ὀφειλὴν καὶ καθ’ ὧν ἂν χωρήσῃ—δῆλον δ’ ὅτι χωρήσει κατὰ Ῥωμαίων—συμπράττειν αὐτῷ, ἄχρις ἂν ἐντεῦθεν ἀπέλθῃ, καὶ τοῦ ἁγίου εὐαγγελίου προκειμένου ἀνεῳγμένου τὴν δεξιὰν χεῖρα ἐπάνω τῶν ἐκείνου γραμμάτων τολμηρῶς τιθέντες ὀμνύετε πάντα στέργειν ὅσα ἡ τῆς παλαιᾶς Ῥώμης ἐκκλησία τηρεῖ ἀπαράτρεπτα, ἀπλήθυντα καὶ ἀμείωτα καὶ πάλιν βιβλίου τεθέντος ἐπάνω τῆς ἑκάστου ὑμῶν κορυφῆς ἱερολογίαν καὶ εὐχὴν πάντων ἀκουόντων καὶ ἐπισφράγισμα εὐλογίας εἰς τὰ μέτωπα, πάντων ὡσαύτως ὁρώντων, ἐκεῖθεν λαμβάνετε καὶ τούτῳ τῷ τρόπῳ τῆς ἐπισκοπῆς κληροῦσθε, τοῦτο σαφῶς ἐπίσταμαι καὶ ὑμεῖς δέ, προδήλου τοῦ πράγματος καθεστῶτος, οὐκ ἂν ἀρνηθείητε.