Εὐσεβέστερον δέ ἐστιν εἰπεῖν ὅτι οὐκ ἔχει· ὅσα γὰρ ὑποστατικῶς ἥνωται, κἂν ἐκ δύο νοοῖτο, ὅμως τῇ τοῦ δυνατωτέρου φύσει συνενωθὲν ἐκεῖνο καὶ νοεῖται καὶ ὀνομάζεται.
Καθάπερ ποταμὸς ἀπὸ βροχῆς συσταθεὶς καὶ τῇ θαλάσσῃ συμμιγεὶς οὐκ ἔτι λέγεται ποταμός, ἀλλὰ θάλασσα, ἐκεῖθεν ἀρχὴν λαβὼν κἀκεῖ καταλήξας. Εἰ μὲν γὰρ ἡ σωματικὴ δύναμις ὡς ὑπερέχουσα ἐνήργησε τῷ Λόγῳ καὶ οὕτως γέγονεν ἕνωσις, νοείσθω καὶ ἀρχὴν ἔχειν κατὰ τὴν τοῦ σώματος φύσιν. Εἰ δὲ ὁ Θεὸς Λόγος θεοπρεπῶς ἐνήργησε κατὰ τὸ Εὐαγγέλιον, φανερὸν ὅτι πρὸς ἐκείνην τὴν φύσιν τὸ ἅγιον σῶμα ηὐγένισται, ὅτι ἐν αὐτῷ εὐδόκησε κατοικῆσαι πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς. Εἰ δὲ πᾶν τὸ πλήρωμα, δηλονότι οὐδὲν ὑπολέλειπται τῆς θεότητος, ὃ οὐκ ἔχει τὸ ἅγιον σῶμα τοῦ Χριστοῦ, εἴτε ἀναρχότητα εἴπῃς, εἴτε θεότητα, εἴτε ἀθανασίαν, εἴτε παντοκρατορικὴν δύναμιν, εἴτε ἐξουσίαν, εἴτε κράτος, εἴτε σοφίαν ἀθάνατον, πάντα ἔχει· ὅτι εὐδόκησεν ἐν αὐτῷ κατοικῆσαι πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς. Διὰ τοῦτό φησιν ὁ Παῦλος· «Ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκα· εἰ δὲ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκ ἔτι γινώσκομεν.» Ἐγνώκαμεν γὰρ ὅτι ἐν αὐτῷ εὐδόκησε κατοικῆσαι πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, καὶ ἐσμὲν ἐν αὐτῷ πεπληρωμένοι.