Μὴ γένοιτο. Ἴδε πόσον ἔχονται ἀφροσύνης, ὅτι ἐν πηλικότητι τὸν Θεὸν Λόγον ὁρίζουσι, καὶ οἵᾳ βραχύτητι. Οὐ·
Θεωρεῖτε γάρ, εἶπε, πηλίκος οὗτος ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν, ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων πρὸς τὰς ἑκουσίους αὐτῶν κινήσεις, τὸ δέον ἐπὶ πάντων ἀπονείμας οὐ προσφάτως, ἀλλ’ ἰδίῳ καιρῷ προσφυῶς ἀνακύπτειν ὁρισάμενος. Οὐδὲ εἶπεν· Ὁ σταθμίσας εὐμέτρως ὑετῶν καὶ χιόνων ἐπιφοράς, κρυμούς τε χειμερινοὺς καὶ θερινοῦ καύσωνος βολάς, ἵνα μὴ τὸν κόσμον ἀπολέσῃ. Οὐδὲ εἶπεν· Ὁ ἐν οἰκτιρμοῖς δικαιοσύνης ἀποσῴζων, καὶ ἁμαρτωλοὺς ἀνυποκρίτως ἐλεῆσαι δυνάμενος, ὁ πανταχοῦ ὢν ἀδιαιρέτως καὶ ἐν τῷ Πατρὶ μένων ἀσυγχύτως, ὁ τῶν ἀγαθῶν κτίστης καὶ πάντων γνώστης καὶ κριτής, ὁ ἐν ἀσθενείᾳ δήσας τὸν ἰσχυρὸν καὶ ἐν μωρίᾳ τοῦ φρονίμου ὄφεως τὰ σκεύη ἁρπάσας, ὁ ἐξαγαγὼν ἐκ θανάτου ζωὴν καὶ τὰ ἄδηλα φανεροποιήσας. Οὐδὲν τοιοῦτο εἶπεν ὁ Ἀπόστολος ἐπὶ τοῦ Μελχισεδέκ, ἀλλά· «Θεωρεῖτε, φησί, πηλίκος οὗτος, ᾧ καὶ δεκάτην ἐμήρισεν Ἀβραάμ.» Ἆρα, εἰ ἦν Θεός, ὁ Παῦλος αὐτοῦ ἐν πηλικότητι τὴν ἀκατάληπτον δύναμιν περιώριζε, καὶ τοῦτο ἐν μηδενὶ θαυμαστῷ, ἀλλ’ ἐν ταῖς δεκάταις τοῦ Ἀβραάμ, ἃς καὶ οἱ κατὰ νόμον ἱερεῖς ἀπολαμβάνουσιν;