Ὡς δὲ καὶ τέλος αὐτῷ εἶχεν ἡ εὐχή, ἐπευξάμενος τούτους ἀπέλυσεν.
Ὡς οὖν πλησίον ἐγένοντο, Κορνήλιος ὁ τὴν τῆς μονῆς οἰκονομίαν ἐμπεπιστευμένος, εἰς ἀπάντησιν τοῦ μεγάλου ἐξιών, διηρώτα τούτοις τὰ περὶ τὴν ὁδόν. Ὡς δὲ διὰ θαύματος τὰ τοῦ μεγάλου ἐξηγοῦντο, τὴν ὑπομονήν, τὴν καρτερίαν, τὴν ἀνένδοτον στάσιν, τὴν αὐτῶν περὶ τὴν εὐχὴν ῥαθυμίαν, ὁ Κορνήλιος, ὥσπερ μυκτηρίζων αὐτούς· «Καὶ ὅλως ἠνέσχεσθε, ἔφη, ἄτονον γέροντα ὑπερνικῆσαι ὑμῶν τὴν νεότητα; Ὄντως ἀσθενεῖς ἐστε καὶ ἀπρόθυμοι.» Τούτων οὕτως διομιλούντων προσσχὼν ὁ μέγας, τῇ ἑξῆς μετακαλεῖται τὸν Κορνήλιον καί φησιν· «Ἐπειδή, ἀδελφέ, τὴν χθὲς ῥαθυμία μέ τις κατασχοῦσα τῆς εὐχῆς ἀπεστέρησεν, εἰ βούλει, ἀποτίσωμεν σήμερον κυρίῳ τὰς εὐχάς. Γέγραπται γάρ·