Τούτων γενομένων οὐχ ἡσύχαζον οὐδὲ εἰς τὰ ἑξῆς, ἀλλ᾽ ἐβουλεύοντο καὶ ἐν τῇ ἄλλῃ ἐκκλησίᾳ, ἔνθα μάλιστα ἐγὼ ἐν ταῖς ἡμέραις ἐκείναις ᾤκουν, τὰ αὐτὰ τοῖς προτέροις ποιῆσαι. ἐσπούδαζον δὲ τὴν μανίαν ἑαυτῶν καὶ εἰς αὐτὴν τὴν ἐκκλησίαν ἐπεκτεῖναι, ἵνα με θηρεύσαντες ἀνέλωσιν. ὃ καὶ ἔπαθον ἂν, εἰ μὴ ἡ τοῦ θεοῦ χάρις ἐβοήθησεν, ἵνα μόλις ἐκφύγω καὶ ὑπαγορεῦσαι κἂν τὰ ὀλίγα δυνηθῶ. ἐγὼ γὰρ θεωρῶν αὐτοὺς ἔσχατα λυσσῶντας καὶ λογισάμενος, ἵνα μήτε ἡ ἐκκλησία βλαβῇ καὶ αἱ ἐν αὐτῇ παρθένοι πάθωσι καὶ θάνατοι πάλιν γένωνται καὶ δεύτερον οἱ λαοὶ ὑβρισθῶσιν, ὑπέκλεψα ἐμαυτὸν τῶν λαῶν μνησθεὶς τοῦ σωτῆρος λέγοντος· «ἐὰν ὑμᾶς διώκωσιν εἰς τήνδε τὴν πόλιν, φεύγετε εἰς τὴν ἑτέραν». ἤιδειν γὰρ αὐτούς, ἀφ᾽ ὧν ἔπραξαν εἰς τὴν ἑτέραν ἐκκλησίαν κακῶν, μηδὲν τῶν δεινῶν καὶ κατὰ τῆς ἄλλης παραιτουμένους· ὅπου γε οὐδὲ αὐτὴν τὴν κυριακὴν τῆς ἁγίας ἑορτῆς ᾐδέσθησαν, ἀλλὰ καὶ ἐν αὐτῇ τοὺς τῆς ἐκκλησίας ἀνθρώπους εἰς φυλακὴν καθεῖρξαν· ὅτε ὁ μὲν κύριος τοὺς πάντας ἐκ τῶν τοῦ θανάτου δεσμῶν ἠλευθέρωσεν, ὁ δὲ Γρηγόριος καὶ οἱ σὺν αὐτῷ ὥσπερ ἀντιμαχόμενοι τῷ σωτῆρι καὶ θαρροῦντες τῇ τοῦ ἡγεμόνος προστασίᾳ τὴν ἐλευθέριον ἡμέραν τοῖς τοῦ Χριστοῦ δούλοις πένθος πεποιήκασιν.