Τὰ μὲν οὖν κατὰ τοὺς Ἀρειομανίτας οἴδατε, ἀγαπητοί· πολλάκις γὰρ αὐτῶν τὴν ἀσέβειαν ἰδίᾳ καὶ κοινῇ πάντες ἀπεκηρύξατε· οἴδατε δὲ καὶ τοὺς περὶ Εὐσέβιον, ὡς προεῖπον, τῆς αὐτῆς ἐκείνοις ὄντας αἱρέσεως, δι᾽ ἣν καὶ πάλαι ἡμῖν ἐπεβούλευσαν. τὰ δὲ νῦν δι᾽ αὐτοὺς καὶ ὑπ᾽ αὐτῶν γενόμενα πικρότερα πολέμων ἐδήλωσα ὑμῖν, ἵνα κατὰ τὴν ἐξ ἀρχῆς ἱστορίαν μισοπόνηρον ζῆλον ἀναλαβόντες ἐξάρητε τοὺς τὰ τοιαῦτα πονηρὰ ἐργασαμένους κατὰ τῆς ἐκκλησίας. εἰ γὰρ καὶ πέρυσιν οἱ κατὰ Ῥώμην ἀδελφοὶ μήπω τούτων γενομένων, ἀλλ᾽ ἕνεκα τῶν πρώτων σύνοδον ἔγραψαν γενέσθαι, ἵνα κἀκεῖνα ἐκδικηθῇ, ἥνπερ εὐλαβούμενοι οἱ περὶ Εὐσέβιον προύλαβον διαταράξαι τὴν ἐκκλησίαν καὶ ἠθέλησαν ἡμᾶς ἀνελεῖν, ἵνα λοιπὸν ἐπ᾽ ἀδείας πράττωσιν ἃ βούλονται καὶ μὴ ἔχωσι τὸν ἐλέγχοντα, πόσῳ μᾶλλον ἐπὶ τοῖς τηλικούτοις παρανομήμασιν ἀγανακτῆσαι πάντες ὀφείλετε καὶ καταψηφίσασθαι αὐτῶν, ὅσῳ καὶ ταῦτα τοῖς προτέροις προσέθηκαν; παρακαλῶ, μὴ παρίδητε τὰ τηλικαῦτα μηδὲ ἐπιτρέψητε τὴν περιβόητον Ἀλεξανδρέων ἐκκλησίαν ὑπὸ αἱρετικῶν καταπατηθῆναι. διὰ ταῦτα γὰρ εἰκότως καὶ οἱ λαοὶ καὶ οἱ λειτουργοὶ καθ᾽ ἑαυτούς εἰσι, διὰ μὲν τὰς τοῦ ἐπάρχου βίας σιωπῶντες, τὴν δὲ ἀσέβειαν τῶν Ἀρειομανιτῶν ἐκτρεπόμενοι.