Ἐρώτησις· Ἐπειδὴ τὸ ἀπελθεῖν πρὸς μάντιν ἀλλότριόν ἐστι τοῦ Θεοῦ, ἐὰν ἴδω εἴ τινα δήποτε ἀπερχόμενον, μὴ χρεωστῶ εἰπεῖν αὐτῷ μὴ ἀπελθεῖν;
Ἀπόκρισις·
Ἐάν ἐστι σὸς ἀγαπητὸς ἐν Χριστῷ, χρεωστεῖς αὐτῷ εἰπεῖν ὅτι Ἄδελφε, βλάπτεις τὴν ψυχήν μου καὶ παροργίζεις τὸν Θεὸν τὸν κωλύοντα τὸ πρᾶγμα τοῦτο. Κἂν μὴ δέξηται τὸν λόγον σου, αὐτὸς ὄψεται. Ἐὰν δὲ ὁ τυχών ἐστιν, οὐ πρᾶγμα ἔχεις, εἰ μή τι αὐτὸς ἐρωτήσει σε περὶ τούτου, χρεωστεῖς γὰρ εἰπεῖν αὐτῷ τὴν ἀλήθειαν. Ἐὰν γὰρ μὴ εἴπῃς, κατακρίνῃ. Ὁ Σαοὺλ γὰρ μέλλων ἀνιέναι πρὸς τὴν ἐγγαστρίμυθον, ἠρώτησεν Ἰωνάθαν τὸν υἱὸν αὑτοῦ, καὶ οὐκ ἐπέτρεψεν αὐτῷ ἀπελθεῖν καὶ κατεκρίθη ὑπ’ αὐτοῦ.