Ἀπόκρισις·
Πρῶτον μέν, ἄδελφε, ὁ Ἀπόστολος ἀπηγόρευσε καὶ οὐδένα δεῖ πλέον περιεργάζεσθαι, ἀλλ’ ὡς νόμῳ Θεοῦ τῇ αὐτοῦ προστάξει δουλεύειν. Πλὴν ὡς νομίζω λέγω.
Ἐνταῦθα καὶ ὁ τόπος καὶ ἡ πρᾶξις διαβεβλημένα ἦν. Τὸ γὰρ εἰδωλεῖον, ἀφωρισμένον τῇ λατρείᾳ τῶν δαιμόνων καὶ τὸ εἰδωλόθυτον θυσία τοῖς δαίμοσι προσεφέρετο. Καὶ τῷ μὲν ἀσθενεῖ ἀληθῶς ἐδόκει εἶναι εἰδωλόθυτον, καὶ βλέπων τὸν πιστὸν ἐσθίοντα, ᾠκοδομεῖτο καὶ αὐτὸς εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν, μολυνόμενος τῇ συνειδήσει. Ὁ δὲ πιστὸς οὐκ εἶχεν αὐτὸ εἰδωλόθυτον, ἀλλὰ βρῶμα ἅγιον ὑπὸ Θεοῦ δημιουργηθέν, καὶ καλῶς αὐτὸ ἤσθιε καὶ καθαρᾷ τῇ συνειδήσει. Ἀλλ’ ἐπειδὴ σαθρότερον περὶ τὴν τοιαύτην πίστιν ἦν ὁ ἀδελφὸς διακείμενος καὶ ἐνόμιζεν αὐτὸ εἶναι εἰδωλόθυτον, διὰ τοῦτο ὁ Ἀπόστολος ἐπιτιμᾷ τῷ πιστῷ ἐσθίοντι βρῶμα ἀνωφελές, φέρον βλάβην τῷ πλησίον, ὅπερ τῆς κατὰ Χριστὸν ἀγάπης ἀλλότριον ἦν. Τὸ γὰρ φαγεῖν οὐκ εἶχέ τινα συμπλήρωσιν ἐντολῆς Θεοῦ, καὶ τὸ μὴ φαγεῖν οὐκ εἶχε παράβασιν, καὶ ἀπαιτεῖ αὐτὸν προτιμῆσαι τοῦ βρώματος τὴν τοῦ ἀδελφοῦ οἰκοδομήν. Ἐνταῦθα δὲ ἐπὶ τοῦ λουτροῦ, αὐτὸ καθ’ ἑαυτὸ τὸ πρᾶγμα, τὸ λούσασθαι, οὐκ ἔστιν ἄτοπον οὐδ’ ἀπηγορευμένον, καὶ ὁ σκανδαλιζόμενος εἰς τοῦτο, αὐτὸς βαστάζει τὸ κρῖμα τοῦ σκανδάλου.