Ὁ δέ φησιν·
Ἐγὼ μὲν οὐδέν εἰμι, εἰ δὲ καὶ ἤμην, οὐκ ἔστι τοῦτο χλεύη. Εἰ γὰρ ἔπεμψα ὑμᾶς καὶ οὐκ ἐπετύχετε, ὑπῆρχεν ἂν χλεύη. Συμφέρον οὖν ὑμῖν ἐστιν, ἵνα δύο ὑπερεύχωνται περὶ ὑμῶν, περισσότεροι γὰρ οἱ δύο τοῦ ἑνός. Φαίνεται γὰρ καὶ ὁ Κύριος τοῦτο ποιῶν, φησὶ γάρ· «Ὁ Πατήρ μου μείζων μού ἐστι», δυνάμενος γὰρ καὶ αὐτὸς ποιῆσαι τὰ ἔργα τοῦ Πατρὸς αὑτοῦ καὶ εἰπὼν ὅτι «Εἴ τι δ’ ἂν βλέπῃ ὁ Υἱὸς τὸν Πατέρα ποιοῦντα, καὶ αὐτὸς ὁμοίως ποιεῖ.» Οὐχ ἅπαξ ἀλλὰ καὶ πολλάκις παρέπεμπε τοὺς μαθητὰς πρὸς τὸν Πατέρα λέγων· «Ἐρωτήσατε τὸν Πατέρα καὶ ἐπὶ τῷ ὀνόματί μου δώσει ὑμῖν.» Καὶ πάλιν· «Καὶ ἐγὼ ἐρωτήσω τὸν Πατέρα», καὶ πάλιν· «Ἐγὼ ἀπ’ ἐμαυτοῦ οὐδὲν ποιῶ, ἀλλ’ ὁ Πατὴρ ὁ οἰκῶν ἐν ἐμοί, αὐτὸς ποιεῖ τὰ ἔργα.» Θαῦμα γενόμενον παρ’ ἀμφοτέρων ἀναγκαῖον μαθεῖν·