Ἐρώτησις· Εἰπέ μοι, Πάτερ, εἰ ἔχει ὅρον τὸ τέλος τοῦ κόσμου.
Ἀπόκρισις·
Ἔστι μὲν τέλος τῷ κόσμῳ πάντως, ὁ δὲ Θεός, ἐὰν εὑρίσκῃ ἡμᾶς εὐαρεστοῦντας, προστίθησι τὸν χρόνον, φησὶ γάρ· «Δικαιοσύνη προστίθησιν ἡμέρας, ἔτη δὲ ἀσεβῶν ὀλιγωθήσονται.» Ἡ γὰρ τοῦ Θεοῦ πρόσταξις ὅρος λέγεται καὶ περὶ τῆς ζωῆς τῶν ἀνθρώπων. Καὶ γὰρ καὶ τῶν Ἀποστόλων ἐρωτησάντων, εἶπεν· «Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ.» Ἄλλος φιλόχριστος ἀσθενήσας καὶ σφόδρα φλεγόμενος ὑπὸ τοῦ πυρετοῦ, ἐδεήθη τοῦ μεγάλου Γέροντος ὥστε εὔξασθαι ὑπὲρ αὐτοῦ, ἵνα κουφισθῇ τῆς ὀδύνης. Ἀπέστειλε δὲ καὶ ὕδωρ ἵνα εὐλογήσῃ αὐτὸ καὶ πίῃ, οὐκ ἔφερε γὰρ τὴν καῦσιν τοῦ πυρετοῦ. Καὶ εὐξαμένου τοῦ Γέροντος, ἔπιε καὶ ἔθραυσε παραυτίκα ὁ πυρετὸς καὶ ἐπαύσατο ἡ ὀδύνη. Καὶ θαυμάζων ὁ ἀδελφὸς καὶ δοξάζων ἐπὶ τούτῳ τὸν Θεόν, διηγήσατό τισι τὴν τοῦ Θεοῦ ἐνέργειαν καὶ τὴν εὐεργεσίαν τὴν διὰ τοῦ ἁγίου Γέροντος γενομένην.