ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΙΕΡΟΣΟΛΥΜΩΝ ΚΑΤΗΧΗΣΙΣ αʹ ΦΩΤΙΖΟΜΕΝΩΝ, ἐν Ἱεροσολύμοις σχεδιασθεῖσα, ΕΙΣΑΓΩΓΙΚΗ τοῖς τῷ βαπτίσματι προσελθοῦσι. Καὶ ἀνάγνωσις ἐκ τοῦ Ἠσαΐου· Λούσασθε, καθαροὶ γίνεσθε· ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν, ἀπέναντι τῶν ὀφθαλμῶν μου, καὶ τὰ ἑξῆς.
Καινῆς διαθήκης μαθηταὶ, καὶ Χριστοῦ Μυστηρίων κοινωνοὶ, νῦν μὲν τῇ κλήσει, μετ᾽ ὀλίγον δὲ καὶ τῇ χάριτι, καρδίαν ἑαυτοῖς ποιήσατε καινὴν, καὶ πνεῦμα καινὸν, ἵνα εὐφροσύνης ὑπόθεσις γένησθε τοῖς οὐρανίοις. Εἰ γὰρ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι χαρὰ γίνεται κατὰ τὸ Εὐαγγέλιον, πόσῳ μᾶλλον ἡ τοσούτων σωτηρία ψυχῶν κινήσει πρὸς εὐφροσύνην τοὺς οὐρανίους; Ἀγαθῆς ὁδοῦ καὶ καλλίστης ἐφαψάμενοι, τὸν τῆς εὐσεβείας εὐλαβῶς δράμετε δρόμον. Εἰς γὰρ τὴν ὑμετέραν ἀπολύτρωσιν ἑτοιμότατος πάρεστιν ὁ μονογενὴς υἱὸς τοῦ Θεοῦ, λέγων· Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Οἱ τὸ χαλεπὸν τῶν πταισμάτων ἠμφιεσμένοι, καὶ σειραῖς τῶν οἰκείων ἁμαρτιῶν ἐσφιγμένοι, τῆς προφητικῆς φωνῆς ἀκούσατε λεγούσης· Λούσασθε, καθαροὶ γίνεσθε· ἀφέλετε τὰς πονηρίας ὑμῶν ἀπὸ τῶν ψυχῶν ὑμῶν, ἀπέναντι τῶν ὀφθαλμῶν μου· ἵνα ἀγγελικὸς ὑμῖν ἐπιφωνήσῃ χορός· Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι.