Μὴ τοίνυν ἐπαισχυνώμεθα τῷ σταυρῷ τοῦ σωτῆρος, ἀλλὰ μᾶλλον ἐγκαυχώμεθα. ὁ γὰρ λόγος τοῦ σταυροῦ Ἰουδαίοις μέν ἐστι σκάνδαλον, ἔθνεσι δὲ μωρία, ἡμῖν δὲ σωτηρία. καὶ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστί, τοῖς δὲ σωζομένοις ἡμῖν δύναμις θεοῦ ἐστιν. οὐ γὰρ ἦν ψιλὸς ἄνθρωπος, καθὼς εἴρηται, ὁ ὑπεραποθνήσκων, ἀλλὰ υἱὸς θεοῦ, θεὸς ἐνανθρωπήσας. εἶτα τὸ μὲν ἐπὶ Μωσέως πρόβατον μακρὰν ἀπήλασε τὸν ὀλεθρεύοντα, τὸ δὲ τοῦ θεοῦ πρόβατον τὸ αἶρον τὴν ἁμαρτίαν τοῦ κόσμου πολὺ μᾶλλον οὐκ ἠλευθέρου τῶν ἁμαρτιῶν; ἀλλὰ τὸ μὲν αἷμα τοῦ ἀλόγου προβάτου τὴν σωτηρίαν παρεῖχε, τὸ δὲ τοῦ μονογενοῦς πολὺ μᾶλλον οὐ σώζει; εἴ τις ἀπιστεῖ τῇ δυνάμει τοῦ σταυρωθέντος, ἐξεταζέτω τοὺς δαίμονας. εἴ τις οὐ πιστεύει τοῖς λόγοις, πιστευέτω τοῖς φαινομένοις. πολλοὶ κατὰ τὴν οἰκουμένην ἐσταυρώθησαν, ἀλλ᾽ οὐδένα πτήσσουσιν οἱ δαίμονες. [τοῦ δὲ ὑπὲρ ἡμῶν σταυρωθέντος Χριστοῦ καὶ τὸ σημεῖον ἰδόντες μόνον τοῦ σταυροῦ πτήσσουσιν οἱ δαίμονες,] ἐπειδὴ οἱ μὲν δι᾽ οἰκείας ἁμαρτίας ἀπέθανον, ὁ δὲ ὑπὲρ ἁμαρτιῶν ἀλλοτρίων. ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. οὐ Πέτρος ἦν ὁ τοῦτο λέγων, ἐπεὶ ἂν ὑπωπτεύθη χαρίζεσθαι τῷ διδασκάλῳ, ἀλλ᾽ Ἡσαΐας ἐστὶν ὁ λέγων, ὁ σαρκὶ μὲν μὴ συμπαρών, πνεύματι δὲ τὴν ἔνσαρκον ἐπιδημίαν προθεωρήσας. καὶ τί μοι μάρτυρα νῦν φέρειν μόνον προφήτην;