Ὅταν γὰρ ὡς ἀδυνάτῳ τῇ τοῦ σωτῆρος ἀναβάσει ἀντιλέγωσι, μνημόνευε τῶν περὶ τῆς μεταθέσεως τοῦ Ἀββακοὺμ εἰρημένων. εἰ γὰρ ὁ Ἀββακοὺμ ὑπὸ ἀγγέλου μετετέθη, βασταχθεὶς ἀπὸ τῆς κόμης τῆς κεφαλῆς αὐτοῦ, πολὺ μᾶλλον ὁ καὶ προφητῶν καὶ ἀγγέλων δεσπότης ἐξ ὄρους ἐλαιῶν νεφέλῃ ἐπιβὰς οἰκείᾳ δυνάμει ποιεῖσθαι τὴν εἰς οὐρανοὺς ἄνοδον δυνατώτερος ἦν. καὶ τὰ μὲν ὅμοια μνημόνευε τῶν θαυμάτων, τὴν δὲ ὑπεροχὴν τήρει τῷ δεσπότῃ τῷ θαυματοποιῷ. οἱ μὲν γὰρ ἐβαστάζοντο, ὁ δὲ βαστάζει τὰ πάντα. μνημόνευε ὅτι Ἐνὼχ μετετέθη, ἀλλ᾽ Ἰησοῦς ἀνῆλθεν. μνημόνευε τῶν περὶ Ἠλίαν τῶν χθὲς εἰρημένων, ὅτι Ἠλίας μὲν ἐν ἅρματι πυρὸς ἀνελήφθη, Χριστοῦ δὲ τὸ ἅρμα μυριοπλάσιον χιλιάδες εὐφημούντων, καὶ ὅτι Ἠλίας μὲν ἀνελήφθη πρὸς ἀνατολὰς τοῦ Ἰορδάνου, Χριστὸς δὲ πρὸς ἀνατολὰς τοῦ χειμάῤῥου Κέδρων ἀνῆλθεν, καὶ ὅτι ἐκεῖνος ὡς εἰς τὸν οὐρανόν, Ἰησοῦς δὲ εἰς τὸν οὐρανόν· καὶ ὅτι ἐκεῖνος μὲν εἶπε δοθήσεσθαι διπλᾶ ἐν πνεύματι τῷ ἁγίῳ μαθητῇ, Χριστὸς δὲ τοσαύτην παρέσχε τοῖς ἰδίοις μαθηταῖς ἀπόλαυσιν χάριτος τοῦ ἁγίου πνεύματος, ὥστε μὴ μόνον αὐτοὺς ἔχειν ἐν ἑαυτοῖς, ἀλλὰ καὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν αὐτῶν τῆς κοινωνίας αὐτοῦ μεταδιδόναι τοῖς πιστεύουσιν.