Κατήχησις πεντεκαιδεκάτη φωτιζομένων, ἐν Ἱεροσολύμοις σχεδιασθεῖσα εἰς τὸ καὶ ἐρχόμενον ἐν δόξῃ κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. καὶ περὶ τοῦ Ἀντιχρίστου. καὶ ἀνάγνωσις ἐκ τοῦ Δανιήλ· ἐθεώρουν ἕως οὗ θρόνοι ἐτέθησαν καὶ παλαιὸς ἡμερῶν ἐκάθητο. καὶ ἑξῆς· ἐθεώρουν ἐν ὁράματι τῆς νυκτός, καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος. καὶ τὰ ἑξῆς.
Χριστοῦ παρουσίαν καταγγέλλομεν οὐ μίαν μόνον, ἀλλὰ καὶ δευτέραν τῆς προτέρας πολὺ καλλίονα. ἡ μὲν γὰρ ὑπομονῆς εἶχεν ἐπίδειξιν, ἡ δὲ θείας βασιλείας φέρει τὸ διάδημα. ὡς γὰρ ἐπὶ τὸ πλεῖστον πάντα διπλᾶ παρὰ τῷ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ. διπλῆ γέννησις, μία ἐκ θεοῦ πρὸ τῶν αἰώνων, καὶ μία ἐκ παρθένου ἐπὶ συντελείᾳ τῶν αἰώνων. διπλαῖ αἱ κάθοδοι, μία ἡ ἀσυμφανής, ἡ ὡς ἐπὶ πόκον, καὶ δευτέρα ἡ ἐπιφανής, ἡ μέλλουσα. ἐν τῇ προτέρᾳ παρουσίᾳ ἐσπαργανώθη ἐν τῇ φάτνῃ, ἐν τῇ δευτέρᾳ ἀναβάλλεται φῶς ὡς ἱμάτιον. ἐν τῇ προτέρᾳ ὑπέμεινε σταυρόν, αἰσχύνης καταφρονήσας, ἐν τῇ δευτέρα ἔρχεται ὑπὸ στρατιᾶς ἀγγέλων δορυφορούμενος, δοξαζόμενος. οὐχ ἱστάμεθα τοίνυν ἐπὶ τῇ πρώτῃ παρουσίᾳ μόνον, ἀλλὰ καὶ τὴν δευτέραν προσδοκῶμεν.