阅读器

选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。

直接查找作者、著作或圣经书卷。

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὴν παρουσίαν τοῦ κυρίου

Ἐφραίμ ὁ Σύρος

Εσχατολογική προειδοποίηση και εγρήγορση

Εισαγωγική προτροπή σε προσευχή και πνευματική εγρήγορση έναντι των σημείων και των πλανών του πονηρού κατά τους έσχατους χρόνους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 4

Εἰς τὴν παρουσίαν τοῦ Κυρίου (I) Εἴ τις ἔχει κατάνυξιν καὶ δάκρυα ἐν προσευχαῖς, δεηθήτω τὸν Κύριον, ἵνα ἐκφύγῃ ἐκ θλίψεως τῆς μεγάλης τῆς μελλούσης ἐπέρχεσθαι ἐπὶ τῆς γῆς, ἵνα μὴ ἴδῃ παντελῶς μηδὲ αὐτὸ τὸ θηρίον, μήτε δὲ πάλιν ἀκούσῃ τὰ φόβητρα τὰ κατὰ τόπον γινόμενα· σεισμοί, λιμοὶ καὶ θάνατοι διάφοροι ἐπὶ τῆς γῆς. Νεανικῆς ἐστι ψυχῆς δυναμένης συγκρατῆσαι τὴν ἑαυτῆς λέγω δὴ ζωὴν ἀναμέσον τῶν σκανδάλων· ἂν γάρ τις μικρὸν ὀλιγωρῶν εὑρεθῇ ἄνθρωπος, εὐχερῶς πολιορκεῖται καὶ γίνεται αἰχμάλωτος ἐν σημείοις τοῦ Δράκοντος τοῦ πονηροῦ καὶ δολίου.