Ἔργον
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Περὶ μέτρων καὶ σταθμῶν
Μέτρα χωρητικότητας ξηρών και υγρών
Καταγραφή και επεξήγηση διαφόρων μέτρων χωρητικότητας για σιτηρά, έλαιο και οίνο, καθώς και των αντίστοιχων σκευών.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Μέτρα χωρητικότητας ξηρών και υγρών
Καταγραφή και επεξήγηση διαφόρων μέτρων χωρητικότητας για σιτηρά, έλαιο και οίνο, καθώς και των αντίστοιχων σκευών.
Τοῦ ἁγίου Ἐπιφανίου περὶ μέτρων καὶ σταθμῶν. Κόρος σίτου μόδια τριάκοντα, ὃ λέγεται χώρ· χὼρ λέγεται ἀπὸ τῆς τῶν βουνῶν ὑποθέσεως· χωρίαι γὰρ καλοῦνται οἱ βουνοί. Μέδιμνον μόδια πέντε, ὡς εἶναι μόδια τέσσαρα μέτρων ξεστῶν εἴκοσι καὶ δύο. Φακὲλ κριθῆς μόδιοι δέκα πέντε, ὃ καλεῖται ἔπαρμα. Κάδος ἐλαίου ξεστῶν πεντήκοντα. ἔστι δὲ τοῦτο τοῦ ἐλαιοτρίπτου ἐργασίας. Βάτον ἐστὶ μόδια κουμουλᾶτα ὡς εἶναι μόδιον ἕν. δι᾽ ὑγρῶν δὲ ξεστῶν πεντήκοντα. Ἀρτάβη ἐστὶ ξεστῶν ἑβδομήκοντα δύο. Μέτρον τέλειον. Τρία μέτρα σεμιδάλεος. ἕκαστον μέτρον γόμορον εἶχε. τὸ δὲ γόμορον δέκατόν ἐστι τοῦ μεγάλου μέτρου τῆς ἀρτάβης, τοῦτ᾽ ἐστὶ ξεστῶν ἑπτὰ καὶ πέμπτον. Τρία κανᾶ χονδρίτου ἢ χόνδρου. τὰ κανᾶ κανισκέλια καλεῖ. χονδρίτου δὲ ἐστὶν εἶδος σίτου εἰς δύο τεμνόμενον.
Νέβελ οἴνου μέτρον ξεστῶν ἑκατὸν πεντήκοντα. Κοτύλη ἥμισυ ξέστου ὑπάρχει. κἀκεῖθεν οἱ πωλοῦντες οἶνον ἢ ἔλαιον κοτυλισταὶ λέγονται ἤγουν κέκληνται. Τρυβλίον τὴν μὲν πλάσιν ἐστὶν ὀξυβαφὶν ἢ ὀξύβαφον εἴτουν παροψίς. χωρεῖ δὲ ξέστου τὸ ἥμισυ. Ἀπόρρυμα τὸ ἥμισυ τοῦ σαϊτοῦ ἔχει. τὸ δὲ σαϊτὸν εἴκοσι καὶ δύο ξεστῶν ἐστίν. ἔστι δὲ ἐν τύλῳ κεραμίῳ.
Σαφιθά ἐστι μέτρον ξεστῶν εἴκοσι καὶ δύο παρὰ τισί. καὶ παρ᾽ ἄλλοις δέκα καὶ ὀκτώ· τὸ δὲ ἅγιον ἐννέα. Καμψάκης ὕδατος ξεστῶν τεσσάρων. Χοῦς ἐστὶ χουζᾶ, τὸ μὲν μέγα ξεστῶν εἴκοσι καὶ ὀκτώ, τὸ δὲ ἅγιον ξεστῶν ἕξ. Ἀλάβαστρον μύρου. ἀλάβαστρον βισσίν ἐστι στρογγυλοειδές, χωροῦν λίτραν μίαν ἤγουν μίναν.
著作
文本
在新窗口中打开相关段落。