Ἔργον
Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὸν Ἰεζεκιήλ
Η καθαρτική ενέργεια του πυρός και το έργο του Δημιουργού
Θεολογική ανάλυση της θείας παιδαγωγίας μέσω του πυρός, της φύσεως της δημιουργίας και της σημασίας των βιβλικών χαρακτηρισμών περί τέκνων.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Η καθαρτική ενέργεια του πυρός και το έργο του Δημιουργού
Θεολογική ανάλυση της θείας παιδαγωγίας μέσω του πυρός, της φύσεως της δημιουργίας και της σημασίας των βιβλικών χαρακτηρισμών περί τέκνων.
Ἔχει τι ὁ λέων, τὸ γαῦρον, τὸ εὔτονον, ἵνα καλῶς αὐτῷ χρησώμεθα. Τὸν δὲ μόσχον, ἵνα δεόντως ἐπιθυμῶμεν. Ἡσαΐας λέγει· Ἁγιάσεις αὐτὸν ἐν πυρὶ καιομένῳ. Ἀπὸ ὀσφύος, καὶ ἄνω, ἤλεκτρον· τὰ γὰρ ἄνω οὐ δεῖται κολάσεως. Ἀπὸ ὀσφύος, καὶ κάτω, πῦρ, τὰ γενέσεως πράγματα· ταῦτα δὲ κολάσεως δεῖται. Τὸ Πνεῦμα πρῶτον ἐξαίρει καθαῖρον· εἶτα τοὺς μὴ καθαρθέντας ἐκ τούτου τὸ πῦρ καθαίρει.
Τὸ δὲ φέγγος, χρηστὸν τέλος. Τοιαῦται γὰρ αἱ κολάσεις. Εἷς ὅρος δημιουργοῦ, τὸ τὴν ὑποκειμένην ὕλην, ὡς βούλεται, καὶ ὡς ἐνδέχεται τῇ τέχνῃ ποιεῖν· ὥσπερ ὁ Θεὸς ἀγαθὸς καὶ σοφὸς, ἀλλ᾽ οὐχ ὡς ἡμεῖς, οὕτως καὶ δημιουργός· ἐπειδὴ ἁπλοῦς καὶ ἀσύνθετος· ἡμεῖς γὰρ σύνθετοι ὑπάρχοντες, οὐχ οὕτως ἐσμέν. Ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς, τοὺς σοφοὺς τὰ τέκνα λέγων. Καὶ πάλιν αὐτὸς αὐτοῖς ὁ Σωτήρ φησιν ἐν τῷ· Σοφώτεροί εἰσιν οἱ υἱοὶ τοῦ αἰῶνος τούτου, ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς, ἐν τῇ γενεᾷ αὐτῶν· υἱοὺς φωτὸς λέγων τοὺς πεφωτισμένους τῇ γνώσει. Καὶ, Ἦμεν φύσει τέκνα ὀργῆς, οὐ τὸ κατὰ φύσιν λέγων, ἀλλ᾽ ὅτι ἐν ἀληθείᾳ ὑπεύθυνοι ὀργῆς τυγχάνουσιν οἱ ἁμαρτάνοντες.
著作
文本
在新窗口中打开相关段落。