阅读器

选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。

直接查找作者、著作或圣经书卷。

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὸν Ἰεζεκιήλ

Γρηγόριος ὁ Ναζιανζηνός

Ιστορικές και εσχατολογικές αναφορές

Σχολιασμός διαφόρων βιβλικών μορφών, προφητικών γεγονότων και θεολογική αναφορά στο βδέλυγμα της ερημώσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 3 από 3

Καὶ περὶ τοῦ Ἰούδα γέγραπται, ὅτι Υἱὸς ἀπωλείας· ἀπωλείας δὲ υἱὸν αὐτὸν εἶπε, τῷ τὰ τῆς ἀπωλείας πεπραχέναι. Ἡσαΐας ἔτεσι τρισὶ γυμνὸς καὶ ἀνυποδέστατος διήγαγε. Τὸν Μωσέα φασὶ μετὰ τὸ ἀκοῦσαι τῶν χρησμῶν τοῦ Θεοῦ, μηκέτι ἅψασθαι τῆς γυναικὸς, μηδὲ τεκνοποιῆσαι. Βδέλυγμα τῆς ἐρημώσεως ἑστὼς ἐν τόπῳ ἁγίῳ, φασὶν, ὅτι ὁ ναὸς ὁ ἐν Ἱεροσολύμοις οἰκοδομηθήσεται ὕστερον, ὡς τοῦ Ἀντιχρίστου πιστευθησομένου ὑπὸ Ἰουδαίων Χριστοῦ εἶναι, καὶ καθεσθησομένου, καὶ δόξοντος ὅλης τῆς οἰκουμένης εἶναι βασιλέως. Ἥξει δὲ ἐπ᾽ ἐρημίᾳ τοῦ κόσμου· βδέλυγμα γάρ ἐστι τῆς ἐρημώσεως. Λέγονται οἱ τρεῖς παῖδες, οἱ ἐν Βαβυλῶνι, καὶ κατὰ τὴν κάμινον, παῖδες εἶναι τοῦ Ἐζεκίου, καὶ Ἱεζεκιὴλ δοῦλος γεγενῆσθαι πρότερον Ἱερεμίου.