Ἔργον
Γρηγόριος ὁ Νύσσης – Περὶ παρθενίας
Ο έπαινος της παρθενίας και το ιδίωμα της αφθαρσίας
Αναφορά στο μεγαλείο της παρθενικής ζωής και στην υπεροχή του κατορθώματος που χαρακτηρίζεται ως άφθαρτο.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Ο έπαινος της παρθενίας και το ιδίωμα της αφθαρσίας
Αναφορά στο μεγαλείο της παρθενικής ζωής και στην υπεροχή του κατορθώματος που χαρακτηρίζεται ως άφθαρτο.
Πολλοῖς μὲν ἤδη γέγονεν ἡ παρθενία τῶν πρὸς ἐπίδειξιν λόγων ὑπόθεσις, μυρίας παρεχομένη τοῖς φιλοτιμοτέροις τὰς ἀφορμὰς τοῦ πανηγυρικῶς ἐμπομπεύειν τῷ λόγῳ καὶ ταῖς προσούσαις τῷ κατορθώματι χάρισιν ἐναβρύνεσθαι. Ἐγὼ δὲ σεμνὸν μὲν εἶναι τὸ ἐπιτήδευμα τοῦτο καὶ τίμιον πᾶσιν, ὅσοις τὸ καλὸν ἐν καθαρότητι κρίνεται, πλέον ἁπάντων τῶν ἐξεχόντων κατ᾽ ἀρετὴν καὶ αὐτὸς οὐκ ἀρνήσομαι, καὶ ὡς ἂν οἷός τε ὦ, καθάπερ οἱ τοὺς στεφανίτας ἐπὶ τῶν σταδίων τῇ ἀναρρήσει λαμπρύνοντες, οὕτω καὶ αὐτὸς τὸ ὑπερέχον τοῦ θαύματος ἀνακηρύττων οὐ παύσομαι· τὸν δὲ οἰκεῖον ἔπαινον τῆς παρθενίας καὶ μάλιστα πάντων ἁρμόζοντα προσφυῶς συνυπάρχειν τοῖς κατορθοῦσί φημι καὶ γνωρίζεσθαι μᾶλλον ἀπ᾽ αὐτῆς τῆς προσηγορίας τῆς συναρμοζομένης τῷ πράγματι· τὴν γὰρ ἀπειρόγαμον ἄφθορον οἶδε προσαγορεύειν ἡ τῶν ἀνθρώπων συνήθεια. Δείκνυται οὖν ἡ ὑπερβολὴ τοῦ μεγάλου τούτου χαρίσματος καὶ διὰ τούτου μόνου, ὅτι πολλῶν ὄντων καὶ μεγάλων τῶν δι᾽ ἀρετῆς κατορθουμένων, μόνον ἁπάντων τοῦτο τῇ ἐπωνυμίᾳ τοῦ ἀφθάρτου τετίμηται.
著作
文本
在新窗口中打开相关段落。