Λύσις.
Ἐκ τούτων δείκνυται μὴ μόνον τοὺς μακαρισμοὺς ἐκ δευτέρου ἐκθέσθαι τὸν Κύριον, ἀλλὰ διαφόρους λεπροὺς καὶ παραλυτικοὺς ἰάσασθαι. Τοὺς μὲν γὰρ παρὰ τῷ Ματθαίῳ, πρὸ τῆς ἐκλογῆς τῶν δώδεκα ἀπὸ τῶν λοιπῶν, προσεφώνησεν. Ὅθεν καὶ καθολικώτερον τούτους ἐξέθετο· μεθ’ οὓς κατελθὼν ἐκ τοῦ ὄρους, τὸν λεπρὸν ἐκάθηρε, καὶ τὸν τοῦ ἑκατοντάρχου παῖδα, καὶ τὴν Πέτρου πενθεράν. Λουκᾶς δὲ μετὰ τὴν ἐκλογὴν τῶν δώδεκα, καὶ τὴν τῶν ὀνομάτων αὐτῶν φανέρωσιν, ἐπὶ τόπου πεδινοῦ στάντα τὸν Κύριον ἐκτίθεται τὸν Χριστόν, τοὺς μακαρισμούς, αὐτοῖς ἐκφωνῆσαι. Ὅθεν καὶ εἰς τὸ αὐτῶν πρόσωπον ἀποτείνεται. Ὡσαύτως δὲ καὶ τῶν ἑκατοντάρχων ἑκάτερος, ὅ τε παρὰ τῷ Ματθαίῳ, ὅ τε παρὰ τῷ Λουκᾷ γεγραμμένος, ἕτερος ἦν, εἰ καὶ τῆς Καπερναοὺμ ὑπῆρχον ἑκάτεροι οἰκήτορες. Ὁ μὲν γὰρ δι’ ἑαυτοῦ παρακαλεῖ τὸν Κύριον· ὁ δὲ διὰ τῶν πρεσβυτέρων· καὶ ὁ μὲν περὶ δούλων, ὁ δὲ περὶ υἱοῦ· παῖδα γὰρ τῇ Γραφῇ σύνηθες τὸν υἱὸν ὀνομάζεσθαι.