Λύσις.
Τοῖς Ἰουδαίοις πᾶσαν ἀφορμὴν ἐγκόψαι βουλόμενος, τὴν ἐντολὴν ταύτην πρὸ τοῦ σταυροῦ τοῖς μαθηταῖς ἔδωκε· μετὰ δὲ τοῦτο, φησί· Μαθητεύσατε πάντα τὰ ἔθνη, καὶ τὰ ἑξῆς· ἵνα μὴ ὡς παροφθέντες δόξωσιν αὐτῷ χαλεπαίνειν. Ἔπειτα ἡ ὁδός, οὐκ ἐθνῶν μόνον, ἀλλὰ καὶ Ἰουδαίων καὶ πάντων εἶναι δύναται. Οὐ γὰρ ἐν αὐτῇ ἔθνη μόνον ἀποκληρωμένως ὁδεύει. Ὁδὸς δὲ τροπικῶς ἐθνῶν, εἰδωλολατρεία καὶ ἐπαοιδία καὶ ἀστρολογία. Τὴν δὲ πόλιν τῶν Σαμαρειτῶν, παρόδῳ κεχρημένος εἰσῆλθεν. Οὐ γὰρ ἔπρεπεν τῇ αὐτοῦ ἀσπλαγχνίᾳ, Ἰουδαίους μὲν ἀπωθουμένους αὐτὸν ἐφέλκεσθαι, Σαμαρείτας δὲ πιστεύσαντας καὶ ἐφελκομένους αὐτὸν ἀπώσασθαι.