Λύσις.
Διάβολον ἐνταῦθα, ἢ τὸν Ἀντίχριστον λαλεῖ, τὸν υἱὸν τῆς ἀπωλείας κατὰ Παῦλον, ὃς ὅτ’ ἂν λέγῃ τὸ ψεῦδος, διαβάλλων τὸν Χριστὸν ὡς ἀντίθεον, καὶ ἑαυτὸν συνιστῶν ὡς Θεόν, ἐκ τῶν ἰδίων λαλεῖ, ψεύστης ὤν, καθάπερ ὁ πατὴρ αὐτοῦ ὁ Σατανᾶς· ἢ τὸν Κάϊν, οὗ τέκνα δικαίως τοὺς Ἰουδαίους ἐκάλεσεν, εἰρηκότας, υἱοὺς εἶναι τοῦ Ἀβραάμ· διὰ τὸ μιμητὰς γεγενῆσθαι τῶν τοῦ Κάϊν τρόπων, τοῦ ψευσαμένου μὲν τὸν Θεόν, ἐν τῷ εἰπεῖν· Μὴ φύλαξ τοῦ ἀδελφοῦ μου; πρώτου δὲ φθόνον καὶ φόνον τεκόντος ἐν ἀνθρώποις, καθάπερ καὶ ὁ τοῦτο πατὴρ ὁ Σατανᾶς.