Ἔργον
Ἡσύχιος ὁ Πρεσβύτερος – Ἐπιτομὴ τῶν δώδεκα προφητῶν
Προφήτης Σοφονίας
Σύνοψη των προφητειών του Σοφονία και βιογραφικές πληροφορίες σχετικά με την καταγωγή και την ταφή του.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Προφήτης Σοφονίας
Σύνοψη των προφητειών του Σοφονία και βιογραφικές πληροφορίες σχετικά με την καταγωγή και την ταφή του.
ΚΕΦΑΛΑΙΑ ΣΟΦΟΝΙΟΥ ΤΟΥ ΠΡΟΦΗΤΟΥ. αʹ. Ἀπειλὴ τῆς τῶν ἀμαρτωλῶν ἀπωλείας, καὶ τῶν εἰδώλων καὶ τῶν λειτουργησάντων τούτοις καὶ ἀποστάντων Θεοῦ ἐξολοθρεύσεως· καὶ πρόῤῥησις τῆς τοῦ σταυροῦ θυσίας καὶ τιμωρίας, ἣν ὑπέμειναν οἱ τοῦ λαοῦ τῶν Ἰουδαίων ἡγούμενοι.
βʹ. Προσφώνησις θρήνου τῆς Ἱερουσαλήμ· καὶ ἀπειλὴ κατὰ τῶν λεγόντων ἀπρονόητα τῷ Θεῷ τυγχάνειν τὰ ἡμέτερα· καὶ πρόῤῥησις τῆς ἡμέρας τῆς κρίσεως, καὶ κακῶν ἄπερ ἐν αὐτῇ τοῖς ἀσεβέσι συμβήσεται. γʹ. Παραίνεσις συναφθῆναι Θεῷ, καὶ ταῖς ἀγαθαῖς αὐτὸν ἐπιζητεῖν πράξεσι· καὶ προφητεία ὧν ἔμελλε τὰ ἔθνη τὰ ἀλλόφυλα, φθειρομένης ἐν αὐτοῖς τῆς ἀσεβείας, πείσεσθαι· καὶ ὀλοθρεύσεως εἰδώλων.
δʹ. Ἀπειλὴ ῥομφαίας εὐαγγελικῆς τοῖς δαίμοσι καὶ τῷ διαβόλῳ καὶ τῇ Ἱερουσαλήμ· καὶ πρόῤῥησις τῶν συμβησομένων αὐτῇ κακῶν, ἕνεκα τῆς ἀλαζονείας τῆς κατὰ Θεοῦ μάλιστα. εʹ. Σχετλιασμὸς τῆς Ἱερουσαλήμ, ἐφ’ οἷς τῇ σοφίᾳ τοῦ Θεοῦ οὐχ ὑπήκουσε· καὶ κατηγορία τῶν ταύτης ἡγουμένων, καὶ προφητεία παρουσίας Χριστοῦ, καὶ ὧν μετὰ δικαιοσύνης ἔμελλε κακῶν τοὺς Ἰουδαίους ἐργάζεσθαι.
ϛʹ. Εὐαγγελισμὸς τῇ Ἐκκλησίᾳ ἀναστάσεως Χριστοῦ, καὶ χάριτος γλωσσῶν, καὶ συναγωγῆς ἐθνῶν, ἀφανισμοῦ πλάνης, καὶ ἐκλογῆς πιστῶν ἐξ ἐθνῶν πρότερον, ἐξ Ἰουδαίων δεύτερον. ζʹ. Προσφώνησις χαρᾶς τῆς ἐσομένης ἕνεκα τῶν μυστηρίων, ἄπερ ἐν αὐτῇ παρὰ Χριστοῦ τετέλεσται· καὶ τῆς δόξης, ἣν ἡ Ἐκκλησία κατὰ πᾶσαν τὴν οἰκουμένην, ἐπιστρεφούσης τῆς αἰχμαλωσίας τῶν ἀμαρτωλῶν, ἔλαχε.
Σοφονίας ἑρμηνεύεται σκοπιὰ Κυρίου. Οὗτος ἦν ἐκ φυλῆς Συμεών, ἀγροῦ Σαβαρὼθ καὶ προεφήτευσε περὶ τῆς πόλεως Ἰερουσαλὴμ καὶ περὶ τέλους Ἰσραήλ, καὶ ἀντεισαγωγῆς καὶ σωτηρίας ἐθνῶν, καὶ αἰσχύνης ἀσεβῶν, καὶ δόξης δικαίων, καὶ κριτοῦ πάσης πνοῆς· καὶ θανὼν ἐτάφη ἐν τῷ ἀγρῷ αὐτοῦ.
著作
文本
在新窗口中打开相关段落。